Capítulo 13. Ὅτι ὡς τὸ κατόρθωμα κατὰ τὸν ὀρθὸν γίνεται λόγον, οὕτως ἔμπαλιν τὸ ἁμάρτημα παρὰ τὸν λόγον
[1.101] Πᾶν τὸ παρὰ τὸν λόγον τὸν ὀρθὸν τοῦτο ἁμάρτημά ἐστιν. αὐτίκα γοῦν τὰ πάθη τὰ γενικώτατα ὧδέ πως ὁρίζεσθαι ἀξιοῦσιν οἱ φιλόσοφοι, τὴν μὲν ἐπιθυμίαν ὄρεξιν ἀπειθῆ λόγῳ, τὸν δὲ φόβον ἔκκλισιν ἀπειθῆ λόγῳ, ἡδονὴν δὲ ἔπαρσιν ψυχῆς ἀπειθῆ λόγῳ, ⟨λύπην δὲ συστολὴν ψυχῆς ἀπειθῆ λόγῳ⟩. εἰ τοίνυν ἡ πρὸς τὸν λόγον ἀπείθεια ἁμαρτίας ἐστὶ γεννητική, πῶς οὐχὶ ἐξ ἀνάγκης ἡ τοῦ λόγου ὑπακοή, ἣν δὴ πίστιν φαμέν, τοῦ καλουμένου καθήκοντος ἔσται περιποιητική; [1.101.2] καὶ γὰρ ἡ ἀρετὴ αὐτὴ διάθεσίς ἐστι ψυχῆς σύμφωνος τῷ λόγου περὶ ὅλον τὸν βίον. ναὶ μὴν τὸ κορυφαιότατον, αὐτὴν φιλοσοφίαν ἐπιτήδευσιν λόγου ὀρθότητος ἀποδιδόασιν, ὡς ἐξ ἀνάγκης εἶναι τὸ πλημμελούμενον πᾶν διὰ τὴν τοῦ λόγου διαμαρτίαν γινόμενον ⟨καὶ⟩ εἰκότως καλεῖσθαι ἁμάρτημα. [1.101.3] αὐτίκα γοῦν ὅτε ἥμαρτεν ὁ πρῶτος ἄνθρωπος καὶ παρήκουσεν τοῦ θεοῦ, »καὶ παρωμοιώθη«, φησί, »τοῖς κτήνεσιν ὁ ἄνθρωπος«, παρὰ τὸν λόγον ἐξαμαρτών· εἰκότως ἄλογος νομισθεὶς [1.102] εἰκάζεται κτήνεσιν. ἐντεῦθεν καὶ ἡ σοφία λέγει· »ἵππος εἰς ὀχείαν ὁ φιλήδονος καὶ ὁ μοιχός«, ἀλογίστῳ κτήνει παρομοιωθείς, διὸ καὶ ἐπιφέρει· »παντὸς ὑποκάτω ἐπικαθημένου χρεμετίζει.« οὐκέτι λαλεῖ, φησίν, ὁ ἄνθρωπος· οὐ γάρ ἐστιν λογικὸς ἔτι ὁ παρὰ λόγον ἁμαρτάνων, θηρίον δὲ δὴ ἄλογον, ἔκδοτον ἐπιθυμίαις, ᾧ πᾶσαι ἐπικάθηνται ἡδοναί. [1.102.2] τὸ δὲ κατορθούμενον κατὰ τὴν τοῦ λόγου ὑπακοὴν προσῆκον καὶ καθῆκον Στωϊκῶν ὀνομάζουσιν παῖδες· τὸ μὲν οὖν καθῆκον προσῆκόν ἐστιν, ὑπακοὴ δὲ θεμελιοῦται ἐντολαῖς· αὗται δὲ ταῖς ὑποθήκαις αἱ αὐταὶ οὖσαι τὴν ἀλήθειαν ἔχουσαι σκοπόν, ἐπὶ τὸ ἔσχατον ὀρεκτόν, ὃ τέλος νοεῖται, παιδαγωγοῦσιν· τέλος δέ ἐστιν θεοσεβείας ἡ ἀίδιος ἀνάπαυσις ἐν τῷ θεῷ, τοῦ δὲ αἰῶνός ἐστιν ἀρχὴ τὸ ἡμέτερον τέλος. [1.102.3] τὸ μέντοι τῆς θεοσεβείας κατόρθωμα δι᾿ ἔργων τὸ καθῆκον ἐκτελεῖ· ὅθεν εἰκότως τὰ καθήκοντα περὶ τὰς πράξεις, οὐ τὰς λέξεις, συνίσταται· καὶ ἔστιν ἡ μὲν πρᾶξις ἡ τοῦ Χριστιανοῦ ψυχῆς ἐνέργεια λογικῆς κατὰ κρίσιν ἀστείαν καὶ ὄρεξιν ἀληθείας διὰ τοῦ συμφυοῦς καὶ συναγωνιστοῦ σώματος ἐκτελουμένη· [1.102.4] καθῆκον δὲ ἀκόλουθον ἐν βίῳ θεῷ καὶ Χριστῷ βούλημα ἕν, κατορθούμενον ἀιδίῳ ζωῇ· καὶ γὰρ ὁ βίος ὁ Χριστιανῶν, ὃν παιδαγωγούμεθα νῦν, σύστημά τί ἐστι λογικῶν πράξεων, τουτέστιν τῶν ὑπὸ τοῦ λόγου διδασκομένων ἀδιάπτωτος ἐνέργεια, ἣν [1.103] δὴ πίστιν κεκλήκαμεν. τὸ δὲ σύστημα ἐντολαὶ κυριακαί, αἳ δὴ δόξαι οὖσαι θεϊκαὶ ὑποθῆκαι πνευματικαὶ ἡμῖν αὐτοῖς ἀναγεγράφαται, πρός τε ἡμᾶς αὐτοὺς καὶ καὶ πρὸς τοὺς πέλας εὔθετοι· καὶ αὗται αὖθις πρὸς ἡμᾶς ἀνταναστρέφουσι, καθάπερ πρὸς τὸν βάλλοντα ἡ σφαῖρα διὰ τὴν ἀντιτυπίαν παλινδρομοῦσα· ὅθεν καὶ ἔστιν ἀναγκαῖα τὰ καθήκοντα εἰς παιδαγωγίαν θεϊκήν, ὡς ὑπὸ θεοῦ παρηγγελμένα καὶ εἰς σωτηρίαν πεπορισμένα. [1.103.2] καὶ ἐπεὶ τῶν ἀναγκαίων τὰ μὲν πρὸς τὸ ζῆν ἐστι τὸ ἐνταῦθα μόνον, τὰ δὲ ἔνθεν πρὸς τὸ εὖ ζῆν ἐκεῖσε ἀναπτεροῖ, ἀναλόγως καὶ τῶν καθηκόντων τὰ μὲν πρὸς τὸ ζῆς, τὰ δὲ πρὸς τὸ εὖ ζῆν διατάττεται. ὅσα μὲν οὖν πρὸς τὸ ἐθνικὸν ζῆν παραγγέλλεται, ταῦτα καὶ παρὰ τοῖς πολλοῖς δεδήμευται, ἃ δὲ πρὸς τὸ εὖ ζῆν ἁρμόττει, ἐξ ὧν τὸ ἀίδιον ἐκεῖνο περιγίνεται ζῆν, ταῦτα δὲ ἐν ὑπογραφῆς μέρει ἐξ αὐτῶν ἀναλεγομένοις τῶν γραφῶν ἐξέστω σκοπεῖν.