Pular para o conteúdo

Excerpta ex Theodoto

Clemente de Alexandria · Capítulo 82

Capítulo 82

[82] Καὶ ὁ ἄρτος καὶ τὸ ἔλαιον ἁγιάζεται τῇ δυνάμει τοῦ ὀνόματος θεοῦ, τὰ αὐτὰ ὄντα κατὰ τὸ φαινόμενον οἷα ἐλήφθη· ἀλλὰ δυνάμει εἰς δύναμιν πνευματικὴν μεταβέβληται. [82.2] οὕτως καὶ τὸ ὕδωρ, καὶ τὸ ἐξορκιζόμενον καὶ τὸ βάπτισμα γινόμενον, οὐ μόνον χωρ⟨ίζ⟩ει τὸ χεῖρον, ἀλλὰ καὶ ἁγιασμὸν προσλαμβάνει.