Pular para o conteúdo

Excerpta ex Theodoto

Clemente de Alexandria · Capítulo 59

Capítulo 59

[59] Σπέρμα μὲν οὖν πρῶτον τὸ παρὰ τῆς τεκούσης ἐνεδύσατο, οὐ χωρηθείς. ἀλλὰ χωρήσας αὐτὸ δυνάμει. ὃ κατὰ μικρὸν μορφοῦται διὰ γνώσεως· [59.2] κατὰ δὲ τὸν Τόπον γενόμενος εὗρεν Ἰησοῦς Κριστὸν ἐνδύσασθαι τὸν προκεκηρυγμένον, ὃν κατήγγελλον οἱ προφῆται καὶ ὁ νόμος. ὄντα εἰκόνα τοῦ Σωτῆρος. [59.3] ἀλλὰ καὶ οὗτος ὁ ψυχικὸς Χριστός. ὃν ἐνεδύσατο, ἀόρατος ἦν. ἔδει δὲ τὸν εἰς κόσμον ἀφικνούμενον. ἐφ᾿ ᾧτε ὀφθῆναι, κρατηθῆναι, πολιτεύσασθαι, καὶ αἰσθητοῦ σώματος ἀνέχεσθαι. [59.4] σῶμα τοίνυν αὐτῷ ὑφαίνεται ἐκ τῆς ἀφανοῦς ψυχικῆς οὐσίας, δυνάμει δὲ θείας ἐκγατασκευῆς εἰς αἰσθητὸν κόσμον ἀφιγμένον.