Capítulo 54
[54] ἧς ἦν Κάιν, δευτέρα δὲ ἡ λογικὴ καὶ ἡ δικαία, ἧς ἦν Ἄβελ· τρίτη δὲ ἡ πνευματική. [54.2] ἧς ἦν Σήθ. καὶ ὁ μὲν χοϊκός ἐστι »κατ᾿ εἰκόνα«. ὁ δὲ ψυχικὸς »καθ᾿ ὁμοίωσιν« θεοῦ, ὁ δὲ πνευματικὸς κατ᾿ ἰδίαν, ἐφ᾿ οἷς τρισὶν ἄνευ τῶν ἄλλων παίδων τοῦ Ἀδὰμ εἴρηται· »αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων.« [54.3] ὅτι δὲ πνευματικὸς ὁ Σήθ, οὔτε ποιμαίνει οὔτε γεωργεῖ, ἀλλὰ παῖδα καρποφορεῖ, ὡς τὰ πνευματικά· καὶ τοῦτον, ὃς »ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου«, ἄνω βλέποντα. οὗ »τὸ πολίτευμα ἐν οὐρανῷ«, τοῦτον ὁ κόσμος οὐ χωρεῖ.