Capítulo 50
[50] »Λαβὼν χοῦν ἀπὸ τῆς γῆς«, οὐ τῆς ξηρᾶς, ἀλλὰ τῆς πολυμεροῦς καὶ ποικίλης ὕλης μέρος, ψυχὴν γεώδη καὶ [ὑλικὴν ἐτεκτήνατο ἄλογον καὶ τῇ τῶν θηρίων ὁμοούσιον· οὗτος ⟨ὁ⟩ »κατ᾿ εἰκόνα« ἄνθρωπος. [50.2] ὁ δὲ »καθ᾿ ὁμοίωσιν« τὴν αὐτοῦ τοῦ Δημιουργοῦ ἐκεῖνός ἐστιν, ὃν εἰς τοῦτον »ἐνεφύσησέν« τε καὶ ἐνέσπειρεν, ὁμοούσιόν τι αὐτῷ δι᾿ ἀγγέλων ἐνθείς· [50.3] καθὸ μὲν ἀόρατός ἐστι καὶ ἀσώματος, τὴν οὐσίαν αὐτοῦ »πνοὴν ζωῆς« προσεῖπεν, μορφωθὲν δὲ »ψυχὴ ζῶσα« ἐγένετο, ὅπερ εἶναι καὶ αὐτὸς ἐν ταῖς προφητικαῖς γραφαῖς ὁμολογεῖ.