Pular para o conteúdo

Excerpta ex Theodoto

Clemente de Alexandria · Capítulo 33

Capítulo 33

[33] ἐκράθη, ὥσπερ τοῖς ὅλοις, οὕτω δὲ καὶ τῷ Παρακλήτῳ. υἱόθετος μέντοι γέγονεν ὁ Χριστὸς ὡς πρὸς τὰ πληρώματα ἐκλεκτὸς γενόμενος καὶ »πρωτότοκος« τῶν ἐνθάδε πραγμάτων.

[33.2] Ἔστιν οὖν ὁ λόγος οὗτος παράκουσμα τοῦ ἡμετέρου, ἐκ τοῦ ὑποκειμένου »πρωτότοκον« λέγοντος τὸν σωτῆρα, καὶ ἔστιν ὡσπερεὶ ῥίζα καὶ κεφαλὴ ἡμῶν, ἡ δὲ ἐκκλησία καρποὶ αὐτοῦ.

[33.3] Χριστοῦ, φασί, τὸ ἀνοίκειον φυγόντος ⟨καὶ⟩ συσταλέντος εἰς τὸ πλήρωμα, ἐκ τῆς μητρῴας γενομένου ἐννοίας, ἡ μήτηρ αὖθις τὸν τῆς οἰκονομίας προηγάγετο ἄρχοντα εἰς τύπον τοῦ φυγόντος αὐτὴν κατ᾿ ἐπιπόθησιν αὐτοῦ, κρείττονος ὑπάρχοντος, ὃς ἦν τύπος τοῦ πατρὸς τῶν ὅλων. [33.4] διὸ καὶ ἥττων γίνεται, ὡς ἂν ἐκ πάθους τῆς ἐπιθυμίας συνεστώς. ἐμυσάχθη μέντοι ἐνιδοῦσα τὴν ἀποτομίαν αὐτοῦ, ὥς φασιν αὐτοί.