Capítulo 26
[26] Τὸ ὁρατὸν τοῦ Ἰησοῦ ἡ Σοφία καὶ ἡ Ἐκκλησία ἦν τῶν σπερμάτων τῶν διαφερόντων, ἣν ἐστολίσατο διὰ τοῦ σαρκίου. ὥς φησιν ὁ Θεόδοτος· τὸ δὲ ἀόρατον ⟨τὸ⟩ ὄνομα, ὅπερ ἐστὶν ὁ υἱὸς ὁ μονογενής. [26.2] ὅθεν ὅταν εἴπῃ »ἐγώ εἰμι ἡ θύρα«, τοῦτο λέγει, ὅτι μέχρι τοῦ ὅρου οὗ εἰμι ἐγὼ ἐλεύσεσθε οἱ τοῦ διαφέροντος σπέρματος· [26.3] ὅταν δὲ καὶ αὐτὸς εἰσέρχηται, καὶ τὸ σπέρμα συνεισέρχεται αὐτῷ εἰς τὸ πλήρωμα διὰ τῆς θύρας συναχθὲν καὶ εἰσαχθέν.