Pular para o conteúdo

Excerpta ex Theodoto

Clemente de Alexandria · Capítulo 24

Capítulo 24

[24] Λέγουσιν οἱ Οὐαλεντινιανοὶ ὅτι ὃ κατὰ εἷς τῶν προφητῶν ἔσχεν πνεῦμα ἐξαίρετον εἰς διακονίαν, τοῦτο ἐπὶ πάντας τοὺς τῆς ἐκκλησίας ἐξεχύθη· διὸ καὶ τὰ σημεῖα τοῦ πνεύματος, ἰάσεις καὶ προφητεῖαι, διὰ τῆς ἐκκλησίας ἐπιτελοῦνται. [24.2] ἀγνοοῦσι δὲ ὅτι ὁ Παράκλητος ⟨ὁ⟩ προσεχῶς ἐνεργῶν νῦν ⟨ἐν⟩ τῇ ἐκκλησίᾳ τῆς αὐτῆς οὐσίας ἐστὶ καὶ δυνάμεως τῷ προσεχῶς ἐνεργήσαντι κατὰ τὴν παλαιὰν διαθήκην.