Pular para o conteúdo

Excerpta ex Theodoto

Clemente de Alexandria · Capítulo 22

Capítulo 22

[22] Καὶ ὅταν εἴπῃ ὁ ἀπόστολος »ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν;« ὑπὲρ ἡμῶν γάρ, φησίν, οἱ ἄγγελοι ἐβαπτίσαντο, ὧν ἐσμεν μέρη. [22.2] νεκροὶ δὲ ἡμεῖς οἱ νεκρωθέντες τῇ συστάσει ταύτῃ, ζῶντες δὲ οἱ ἄρρενες οἱ μὴ μεταλαβόντες τῆς συστάσεως ταύτης. »εἰ νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτιζόμεθα;« [22.3] ἐγειρόμεθα οὖν ἡμεῖς, ἰσάγγελοι τοῖς ἄρρεσιν ἀποκατασταθέντες, τοῖς μέλεσι τὰ μέλη, εἰς ἕνωσιν. [22.4] »οἱ βαπτιζόμενοι« δέ, φασίν, »ὑπὲρ [ἡμῶν] τῶν νεκρῶν« οἱ ἄγγελοί εἰσιν οἱ ὑπὲρ ἡμῶν βαπτιζόμενοι, ἵνα ἔχοντες καὶ ἡμεῖς τὸ ὄνομα μὴ ἐπισχεθῶμεν κωλυθέντες εἰς τὸ πλήρωμα παρελθεῖν τῷ Ὅρῳ καὶ τῷ Σταυρῷ. [22.5] διὸ καὶ ἐν τῇ χειροθεσίᾳ λέγουσιν ἐπὶ τέλους »εἰς λύτρωσιν ἀγγελικήν«, τουτέστιν ἣν καὶ ἄγγελοι ἔχουσιν. ἵν᾿ ᾖ ὁ βεβαπτισμένος ὁ τὴν λύτρωσιν κομισάμενος τῷ αὐτῷ ὀνόματι. ᾧ καὶ ὁ ἄγγελος αὐτοῦ προβεβάπτισται. [22.6] ἐβαπτίσαντο δὲ ἐν ἀρχῇ οἱ ἄγγελοι ἐν λυτρώσει τοῦ ὀνόματος τοῦ ἐπὶ τὸν Ἰησοῦν ἐν τῇ περιστερᾷ κατελθόντος καὶ λυτρωσαμένου αὐτόν. [22.7] ἐδέησεν δὲ λυτρώσεως καὶ τῷ Ἰησοῦ, ἵνα μὴ κατασχεθῇ τῇ Ἐννοίᾳ ᾗ ἐνετέθη τοῦ ὑστερήματος προ[σ]ερχόμενος διὰ τῆς Σοφίας, ὥς φησιν ὁ Θεόδοτος.