Pular para o conteúdo

Excerpta ex Theodoto

Clemente de Alexandria · Capítulo 17

Capítulo 17

[17] Ἔστιν Ἰησοῦς καὶ ἡ Ἐκκλησία καὶ ἡ Σοφία δι᾿ ὅλων κρᾶσις τῶν σωμάτων δυνατὴ κατὰ τοὺς Οὐαλεντινιανούς. [17.2] ἡ γοῦν ἀνθρωπίνη μῖξις ἡ κατὰ γάμον ἐκ δυεῖν μεμιγμένων σπερμάτων ἑνὸς γένεσιν παιδίου ἀποτελεῖ, καὶ τὸ σῶμα εἰς γῆν ἀναλυθὲν κέκραται τῇ γῇ καὶ τὸ ὕδωρ τῷ οἴνῳ. τὰ δὲ κρείττω καὶ διαφορώτερα σώματα ῥᾳδίαν ἴσχει τὴν κρᾶσιν· [17.3] πνεῦμα γοῦν πνεύματι μίγνυται. ἐμοὶ δὲ δοκεῖ κατὰ παράθεσιν τοῦτο γενέσθαι, ἀλλ᾿ οὐ κατὰ κρᾶσιν. μή τι οὖν ἡ θεία δύναμις διήκουσα τὴν ψυχὴν ἁγιάζει αὐτὴν κατὰ τὴν τελευταίαν προκοπήν. [17.4] »ὁ γὰρ θεὸς πνεῦμα, ὅπου θέλει πνεῖ.« ἡ γὰρ δύναμις οὐ κατ᾿ οὐσίαν διήκει, ἀλλὰ κατὰ δύναμιν καὶ ἰσχύν, παράκειται δὲ τὸ πνεῦμα τῷ πνεύματι, ὡς τὸ πνεῦμα τῇ ψυχῇ.