Pular para o conteúdo

Epistulae

Basil, Saint, Bishop of Caesarea · Carta 79

Carta 79

[79] Καὶ πρὸ τοῦ δέχεσθαι τὰ γράμματα, ᾔδειν τὸν πόνον ὃν ἔχεις ὑπὲρ πάσης ψυχῆς, ἐξαιρέτως δὲ ὑπὲρ τῆς ἡμετέρας ταπεινώσεως, διὰ τὸ προβεβλῆσθαι ἐν τῷ ἀγῶνι τούτῳ· καὶ δεξάμενος[1044] παρὰ τοῦ αἰδεσιμωτάτου Ἐλευσινίου τὰ γράμματα, καὶ αὐτὴν αὐτοῦ τὴν παρουσίαν θεασάμενος, ἐδόξασα τὸ θεῖον[1045] τὸ τοιοῦτον παραστάτην καὶ συνασπιστήν διὰ τῆς πνευματικῆς βοηθείας ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι χαρισάμενον ἡμῖν. γινωσκέτω δὲ ἡ ἀνυπέρβλητός σου θεοσέβεια μέχρι νῦν προσβολὰς μέν τινας παρὰ τῶν μεγάλων ἀρχόντων ἡμῖν γεγενῆσθαι, καὶ ταύτας σφοδράς, τοῦ τε ἐπάρχου καὶ τοῦ περὶ τὸν κοιτῶνα διαλεχθέντων ἰδιοπαθῶς[1046] ὑπὲρ τῶν ἐναντίων· τέως δὲ ἀτρέπτως ἡμᾶς πᾶσαν προσβολὴν ὑπομεῖναι τῷ ἐλέει τοῦ Θεοῦ, τῷ χαριζομένῳ[1047] ἡμῖν τὴν συνεργίαν τοῦ Πνεύματος καὶ ἐνδυναμώσαντι[1048] ἡμῶν δι’ αὐτοῦ τὴν ἀσθένειαν.