Pular para o conteúdo

Epistulae

Basil, Saint, Bishop of Caesarea · Carta 75

Carta 75

[75] Πολλῶν ὄντων ἃ τὸ σὸν ἦθος ὑπὲρ τοὺς ἄλλους εἶναι πεποίηκεν, οὐδὲν οὕτως ἴδιόν ἐστι σὸν ὡς ἡ περὶ τὴν πατρίδα σπουδή, δικαίας αὐτῇ ἀποδιδόντος σου τὰς ἀμοιβάς, ἐξ ἧς ὁρμηθεὶς τοσοῦτος ἐγένου, ὥστε διὰ πάσης τῆς οἰκουμένης γνώριμον εἶναί σου τὴν περιφάνειαν. αὕτη τοίνυν ἡ πατρίς, ἡ σὲ ἐνεγκοῦσα καὶ θρεψαμένη, εἰς τὴν τῶν παλαιῶν διηγημάτων ἀπιστίαν περιελήλυθε·[1024] καὶ οὐκ ἄν τις ἐπιστὰς ἡμῶν τῇ πόλει, οὐδὲ τῶν πάνυ συνήθων, αὐτὴν[1025] γνωρίσειεν· οὕτως εἰς πᾶσαν ἐρημίαν ἀθρόως μετεσκεύασται, πολλῶν μὲν καὶ πρότερον αὐτῆς[1026] ἀφαιρεθέντων τῶν[1027] πολιτευομένων, νῦν δὲ σχεδὸν ἁπάντων εἰς τὴν Ποδανδὸν μετοικισθέντων. ὧν ἀκρωτηριασθέντες οἱ λειπόμενοι καὶ αὐτοὶ εἰς πᾶσαν ἀπόγνωσιν μεταπεπτώκασι,[1028] καὶ πᾶσι τοσοῦτον ἐνεποίησαν[1029] τῆς ἀθυμίας τὸν ὄγκον, ὥστε σπανίζειν λοιπὸν καὶ τῶν οἰκητόρων τὴν πόλιν, καὶ γεγενῆσθαι[1030] τὰ τῇδε ἐρημίαν δεινήν, ἐλεεινὸν μὲν φίλοις θέαμα, πολλὴν δὲ χαρὰν καὶ εὐθυμίαν φέρον τοῖς πάλαι ἐφεδρεύουσιν ἡμῶν τῷ πτώματι. τίνος οὖν ἐστὶ χεῖρα ἡμῖν ὀρέξαι; ἢ τίνος συμπαθὲς[1031] ἐφʼ ἡμῖν ἀφεῖναι δάκρυον, ἀλλʼ οὐχὶ τῆς σῆς ἡμερότητος, ὃς καὶ ἀλλοτρίᾳ συμπαθοῖς πόλει τοιαῦτα καμνούσῃ, μὴ ὅτι γε τῇ σε παραγαγούσῃ εἰς τὸν βίον; εἴ τις οὖν δύναμις, ταύτην νῦν ἐπὶ τῆς παρούσης χρείας ἡμῖν ἐπίδειξαι.[1032] πάντως δὲ μεγάλην ἔχεις τὴν παρὰ τοῦ Θεοῦ ῥοπήν, ὃς ἐπʼ οὐδενὸς καιροῦ καταλέλοιπέ σε, καὶ πολλὰς ἔδωκέ σοι τῆς παρʼ ἑαυτοῦ[1033] εὐμενείας τὰς ἀποδείξεις· μόνον ἐὰν θελήσῃς ὅλως διαναστῆναι πρὸς τὴν ἐπιμέλειαν ἡμῶν, καὶ τῇ προσούσῃ σοι δυνάμει χρήσασθαι εἰς τὴν ὑπὲρ τῶν πολιτῶν βοήθειαν.