Carta 40
[40] Τὸ ἔμφυτόν μοι ἐκ παιδόθεν γαληνὸν καὶ φιλάνθρωπον μέχρι τοῦ παρόντος ἐπιδεικνύμενος, πάντας ὑπηκόους ἐκομίσαμεν[455] τοὺς οἰκοῦντας τὴν ὑφʼ ἥλιον. ἰδοὺ γὰρ πᾶν γένος βαρβάρων μέχρις ὁρίων Ὠκεανοῦ[456] δῶρά μοι κόμιζον ἧκε παρὰ ποσὶ τοῖς ἐμοῖς. ὁμοίως δὲ καὶ Σαγάδαρες οἱ παρὰ τὸν Δάνουβιν ἐκτραφέντες, οἱ εὐμορφοποικιλοκανθαρόμορφοι,[457] οἷς οὐκ ἔστι θέα ὁμοιοειδὴς ἀνθρώπων, ἀλλὰ μορφὴ ἀγριαίνουσα, οὗτοι κατὰ τὴν ἐνεστῶσαν προκαλινδοῦνται[458] ἴχνεσι τοῖς ἐμοῖς, ὑπισχνούμενοί μοι ποιεῖν ἐκεῖνα ἅπερ τῇ ἐμῇ πρέπει[459]βασιλείᾳ. οὐχὶ δὲ ἐν τούτῳ μόνῳ ἕλκομαι, ἀλλὰ δεῖ με σὺν πολλῷ τῷ τάχει καταλαβεῖν τὴν Περσῶν καὶ τροπώσασθαι Σάπωριν[460] ἐκεῖνον τὸν ἀπόγονον Δαρείου γεγονότα, ἄχρις οὗ ὑπόφορος καὶ ὑποτελής μοι γένηται· ἐν ταὐτῷ[461] δὲ καὶ τὴν Ἰνδῶν καὶ τὴν[462] Σαρακηνῶν περιοικίδα ἐκπορθῆσαι, ἄχρις οὗτοι πάντες ἐν δευτέρᾳ τάξει τῆς ἐμῆς γένωνται ὑπόφοροι καὶ ὑποτελεῖς.
Ἀλλʼ αὐτὸς ἐπέκεινα τῆς τούτων δυνάμεως πεφρόνηκας, εὐλάβειαν λέγων ἐνδεδύσθαι, ἀναίδειαν δὲ προβαλλόμενος·[463] καὶ πανταχοῦ διαφημίζων ἀνάξιόν με τῆς τῶν Ῥωμαίων βασιλείας γεγονέναι. ἦ οὐκ οἶσθα αὐτὸς ὡς Κωνσταντίου[464] τοῦ κρατίστου ἀπόγονος γέγονα; καὶ τούτων οὕτω γνωσθέντων ἡμῖν σοῦ εἵνεκα, οὐδὲ τῆς προτέρας ἐξέστημεν διαθέσεως, ἧς ἔτι νέοι ὄντες τῇ ἡλικίᾳ[465] ἐγώ τε καὶ σὺ μετεσχήκαμεν. ἀλλὰ γαληνῷ τῷ φρονήματι θεσπίζω δέκα ἑκατοντάδας χρυσίου λιτρῶν ἐξαποσταλῆναί μοι παρὰ σοῦ ἐν τῇ παρόδῳ μου[466] τῇ κατὰ τὴν Καίσαρος, ἔτι μου κατὰ τὴν λεωφόρον ὑπάρχοντος, σὺν πολλῷ τῷ τάχει ἀφικνουμένου μου ἐπὶ τὸν Περσικὸν πόλεμον·[467] ἑτοίμου ὄντος μου,[468] εἰ μὴ τοῦτο ποιήσεις, πάντα τόπον[469] ἀνασκευάσαι τῆς[470]Καίσαρος, καὶ τὰ πάλαι αὐτῆς ἐγηγερμένα καλλιουργήματα[471] καταστρέψαι, καὶ κατὰ τόπον ναούς τε καὶ ἀγάλματα ἀναστῆσαι, ὥστε με πείσειν[472] πάντας εἴκειν βασιλεῖ Ῥωμαίων, καὶ μὴ ὑπεραίρεσθαι. τὸ οὖν ἐξονομασθὲν χρυσίον ἐξαριθμοζυγοκαμπανοτρυτανίσας καὶ διαμετρήσας, ἀσφαλῶς ἐξαπόστειλόν μοι[473] δι’ οἰκείου πιστοῦ σοι[474] ὄντος, δακτυλίῳ τῷ σῷ σφραγισάμενος, ὥστε με ἐπεγνωκότα κἂν ὀψέ ποτε τοῦ καιροῦ τὸ ἀπαραίτητον, γαληνόν σοι γενέσθαι περὶ τὰ ἐπταισμένα. ἃ δὲ ἀνέγνων, ἔγνων καὶ κατέγνων.[475]