Pular para o conteúdo

Epistulae

Basil, Saint, Bishop of Caesarea · Carta 344

Carta 344

[344] Τὸ μὴ συνεχῶς με γράφειν πρὸς τὴν σὴν παίδευσιν, πείθουσι τό τε δέος καὶ ἡ ἀμαθία· τὸ δέ σε καρτερικώτατα σιωπᾷν, τί τῆς μέμψεως ἐξαιρήσεται; εἰ δέ τις λογίσαιτο τὸ καὶ ἐν[2467] λόγοις σε βιοῦντα ὀκνεῖν ἐπιστέλλειν, καταψηφιεῖταί σου λήθην τὴν πρὸς ἡμᾶς. ᾧ γὰρ τὸ λέγειν πρόχειρον, καὶ τὸ ἐπιστέλλειν οὐκ ἀνέτοιμον. ὁ δὲ ταῦτα κεκτημένος, εἶτα σιγῶν, εὔδηλον ὡς ὑπεροψίᾳ ἢ λήθῃ τοῦτο ποιεῖ. ἐγὼ δέ σου τὴν σιωπὴν ἀμείψομαι προσρήσει. χαῖρε τοίνυν, τιμιώτατε, καὶ γράφε εἰ βούλοιο· καὶ μὴ γράφε, εἰ τοῦτό σοι προσφιλές.