Carta 341
[341] Οὔπω μοι τῆς λύπης ὑφῆκας, ὥστε με μεταξὺ γράφοντα τρέμειν.[2457] ἀλλʼ εἰ μὲν ἀφῆκας, τί οὐκ ἐπιστέλλεις, ὦ ἄριστε; εἰ δὲ ἔτι κατέχεις, ὃ πάσης[2458] λογίας ψυχῆς καὶ τῆς σῆς ἐστιν ἀλλότριον, πῶς ἄλλοις κηρύττων μὴ χρῆναι μέχρι δυσμῶν ἡλίου λύπην φυλάττειν, αὐτὸς ἐν πολλοῖς ἡλίοις ἐφύλαξας; ἢ τάχα ζημιῶσαί με προείλου[2459] τῆς μελιχρᾶς σου φωνῆς ἀποστερῶν; μὴ σύ γε, ὦ γενναῖε, ἀλλὰ γενοῦ πρᾶος, καὶ δὸς ἀπολαῦσαι[2460] τῆς παγχρύσου σου γλώττης.