Carta 333
[333] Οἱ λόγοι τὴν φύσιν ὑπόπτερον ἔχουσι. διὰ τοῦτο σημείων χρῄζουσιν, ἵνα ἱπταμένων αὐτῶν λάβῃ[2411] τὸ τάχος ὁ γράφων. σὺ οὖν, ὦ παῖ, τὰ χαράγματα τέλεια ποίει, καὶ τοὺς τόπους[2412] ἀκολούθως κατάστιζε. ἐν γὰρ μικρᾷ πλάνῃ πολὺς ἡμάρτηται λόγος, τῇ δὲ ἐπιμελείᾳ τοῦ γράφοντος κατορθοῦται τὸ λεγόμενον.