Carta 328
[328] Καὶ προσαγορεύω τὴν τιμιότητά σου καὶ εὔχομαί σοι τὰ ἀγαθά· ἐμαυτὸν δὲ καταμηνύω σπουδὴν ἔχοντι πάντως εἰδέναι τὰ καθʼ ἡμᾶς, μηδὲν ἄμεινον τῆς συνηθείας πράττοντα.[2398] τῶν γὰρ δυσφημοτέρων φείδομαι, ὡς ἂν μὴ πάνυ λυποίην τὸν τὰ βέλτιστα ἡμῖν συνευχόμενον.