Carta 324
[324] Δεῖγμα[2373] τοῦ μὴ παρέργως σε ἔχειν περὶ[2374] ἡμᾶς τὸ εὐθὺς ἀπʼ αὐτῶν, ὡς εἰπεῖν, τῶν θυρῶν τῆς εἰσόδου[2375] προσφθέγγεσθαι[2376] ἡμᾶς. ἔστι μὲν οὖν καὶ αὐτὸ σπουδῆς ἄξιον, τὸ ἐντυχεῖν γράμμασι φιλικοῖς· ἐὰν[2377] δὲ καὶ τὴν ἐπὶ τοῖς μεγίστοις χρείαν ἀνύῃ τὰ γραφόμενα, πολλῷ πλείονος ἄξια γίνεται δηλονότι.
Εὖ[2378] τοίνυν ἴσθι, ὡς ὁ τὰ πάντα[2379] ἄριστος ἀνὴρ Πατρίκιος τοσαῦτα ἐπὶ τῶν χειλέων αὐτοῦ τῆς πειθοῦς φέρει φάρμακα, ὥστε μὴ ὅτι σὺ[2380] ἐπέστειλας, ἀλλὰ κἂν Σαυρομάτην τινὰ ἢ Σκύθην λάβῃ, πεῖσαι[2381] ἂν ῥᾳδίως περὶ ὧν ἐθελήσειεν. οὐ μὴν ἀπὸ καρδίας ἐστὶ τὰ τῆς εὐφροσύνης[2382] ἐκεῖνα ῥήματα. πάλαι γὰρ ἐπιτετήδευται τὸ σχῆμα τοῦτο· μέχρι φωνῆς[2383] χρηστοὺς καὶ ἀπειροκάλους δῆθεν καὶ ἑτοίμους εἶναι ἐπιτρέπειν παντὶ δικαστηρίῳ τὰ κατʼ αὐτούς, ἐπειδὰν δὲ ἐπʼ αὐτῶν γένωνται τῶν πραγμάτων, μὴ σύ γε ἐκεῖ[2384] τύχοις.
Ἀλλὰ ταῦτα μέν[2385] μοι πρὸς σὲ εἰρήσθω, ἵνʼ αὐτός τε εἰδείης[2386] καὶ τὸν ἄνδρα οὔτε ἄλλως ὄντα εὐπαράγωγον, ἔτι καὶ παρὰ σεαυτοῦ πεισθῇς, μὴ τῇ τῶν ῥημάτων προσέχειν εὐπρεπείᾳ, ἀλλὰ τοὺς ἐκ τῶν πραγμάτων ἀναμένειν ἐλέγχους.