Pular para o conteúdo

Epistulae

Basil, Saint, Bishop of Caesarea · Carta 208

Carta 208

[208] Μακρὸν ἀπεσιώπησας χρόνον, καὶ ταῦτα λαλίστατος ὤν, καὶ μελέτην τοῦτο καὶ τέχνην ποιησάμενος ἀεί τι λαλεῖν καὶ σεαυτὸν δεικνύναι διὰ τῶν λόγων. ἀλλʼ ἔοικεν ἡ Νεοκαισάρεια αἰτία εἶναί σοι τῆς πρὸς ἡμᾶς σιωπῆς. καὶ ἐοίκαμεν ἀντὶ χάριτος δέχεσθαι τὸ μὴ μνημονεύεσθαι παρὰ τοῖς αὐτοῦ· ἐπειδὴ ἡμῖν ἡ μνήμη οὐκ ἀγαθή ἐστιν, ὡς ὁ τῶν ἀκουόντων λόγος. ἀλλὰ σὺ πάλαι τῶν μισουμένων ἦσθα δι’ ἡμᾶς, οὐ τῶν δι’ ἑτέρους ἡμᾶς μισεῖν ἀνεχομένων. ὁ αὐτὸς τοίνυν ἔσο, καὶ ἐπιστέλλων οὗπερ ἂν ᾖς, καὶ μεμνημένος ἡμῶν τὰ εἰκότα, εἴ τί σοι μέλει τοῦ δικαίου. δίκαιον δήπου τῆς ἀγάπης τοῖς ἴσοις ἀμείβεσθαι τοὺς ὑπάρξαντας.