Carta 183
[183] Ὅταν ἀπίδω ὅτι ὁ μὲν πειρασμὸς κατὰ πάσης ἤδη κέχυται τῆς οἰκουμένης, καὶ αἱ μέγισται τῶν ἐπὶ Συρίας πόλεων τῶν ἴσων ὑμῖν[1841] πεπείρανται παθημάτων, οὐ πανταχοῦ δὲ οὕτω δόκιμον καὶ διαπρεπὲς ἐπʼ ἀγαθοῖς ἔργοις τὸ βουλευτήριον, ὡς τὸ ὑμέτερον νῦν ἐπὶ τῇ σπουδῇ τῶν ἀγαθῶν ἔργων διαβεβόηται, ἐγγύς εἰμι καὶ χάριν ἔχειν[1842] τοῖς οἰκονομηθεῖσιν. εἰ γὰρ μὴ ἐγεγόνει ἡ θλίψις αὕτη, οὐκ ἂν ὑμῶν διεφάνη τὸ δόκιμον. ὥστε ἔοικεν, ὅπερ ἐστὶ κάμινος χρυσῷ, τοῦτο εἶναι ἡ ὑπὲρ τῆς εἰς Θεὸν ἐλπίδος θλίψις τοῖς ἀντιποιουμένοις τινὸς ἀρετῆς.
Ἄγε οὖν, ὦ θαυμάσιοι, ὅπως τοῖς προπεπονημένοις ἄξια ἐπαγάγητε τὰ ἑπόμενα, καὶ φανῆτε μεγάλῃ κρηπῖδι ἀξιολογωτέραν ἐπιτιθέντες τὴν κορυφήν,[1843] καὶ περίστητε μὲν τὸν ποιμένα τῆς ἐκκλησίας, ὅταν δῷ ὁ Κύριος αὐτὸν ἐπὶ τῶν ἰδίων[1844] φανῆναι θρόνων,[1845] ἄλλος ἄλλο τι τῶν ὑπὲρ τῆς Ἐκκλησίας τοῦ Θεοῦ πεπολιτευμένων ἡμῖν[1846] διηγούμενοι, ἐν δὲ τῇ μεγάλῃ τοῦ Κυρίου ἡμέρᾳ ἕκαστος κατὰ τὴν ἀναλογίαν τῶν πεπονημένων παρὰ τοῦ μεγαλοδώρου Θεοῦ δεχόμενοι τὴν ἀντίδοσιν. ἡμῶν δὲ μεμνημένοι καὶ ἐπιστέλλοντες ὁσάκις ἂν ᾖ δυνατόν, δίκαιά τε ποιήσετε τοῖς ἴσοις ἡμᾶς ἀμειβόμενοι, καὶ ἅμα οὐ μικρῶς[1847] ἡμᾶς εὐφρανεῖτε, τῆς ἡδίστης ἡμῖν φωνῆς ὑμῶν ἐναργῆ σύμβολα διὰ τῶν γραμμάτων διαπεμπόμενοι.