Carta 180
[180] Ἀνδρὶ ἀξιολόγῳ περιτυχὼν περιστάσει οὐκ ἀνεκτῇ κεχρημένῳ ἔπαθον τὴν ψυχήν. τί γὰρ οὐκ ἔμελλον, ἄνθρωπος ὤν, ἀνθρώπῳ ἐλευθέρῳ παρʼ ἀξίαν ἐμπεπλεγμένῳ πράγμασι συναλγεῖν; καὶ βουλευσάμενος[1833] πῶς ἂν γενοίμην αὐτῷ χρήσιμος, μίαν εὗρον λύσιν τῆς κατεχούσης αὐτὸν δυσχερείας, εἰ τῇ σῇ κοσμιότητι ποιήσαιμι γνώριμον. σὸν οὖν τὸ ἐφεξῆς, τὴν σαυτοῦ σπουδήν, ἣν εἰς πολλοὺς ἐφʼ[1834] ἡμῖν μάρτυσιν[1835] ἐπιδέδειξαι, καὶ αὐτῷ παρασχέσθαι.
Τὸ δὲ πρᾶγμα γνωρίσει ἡ ἐπιδοθεῖσα παρʼ αὐτοῦ δέησις τοῖς βασιλεῦσιν, ἣν καὶ λαβεῖν εἰς χεῖρας καὶ συμπρᾶξαι τῷ ἀνδρὶ τὰ δυνατὰ παρακλήθητι. καὶ γὰρ Χριστιανῷ χαρίζῃ,[1836] καὶ εὐγενεῖ, καὶ ἀπὸ λόγου πολλοῦ τὸ αἰδέσιμον ἐπαγομένῳ. ἐὰν δὲ προσθῶμεν, ὅτι καὶ ἡμεῖς μεγάλην διὰ τῆς εἰς αὐτὸν εὐποιίας ὑποδεχόμεθα[1837] χάριν, πάντως, κἂν μικρὸν ᾖ ἄλλως τὸ ἡμέτερον, ἀλλὰ τῆς σῆς σεμνότητος ἀεὶ ἐν λόγῳ ποιεῖσθαι τὰ καθʼ ἡμᾶς ἀνεχομένης, οὐ μικρὸν φανεῖται τὸ χαρισθὲν ἡμῖν.