Pular para o conteúdo

Epistulae

Basil, Saint, Bishop of Caesarea · Carta 170

Carta 170

[170] Μέχρι τίνος ἀπονοῇ, καὶ κακῶς μὲν[1776] βουλεύῃ περὶ σεαυτοῦ, κινεῖς δὲ[1777] ἡμᾶς, αἰσχύνεις δὲ τὸ κοινὸν τάγμα τῶν μοναστῶν; ἐπάνελθε οὖν τῷ Θεῷ θαρρῶν καὶ ἡμῖν, οὗ τὴν φιλανθρωπίαν μιμούμεθα. εἰ γὰρ καὶ πατρικῶς ἐπετιμήσαμεν, ἀλλὰ καὶ συγγνωσόμεθα πατρικῶς.[1778] ταῦτά σοι παρʼ ἡμῶν, ἐπειδὴ πολλοί τε ἱκετεύουσιν ἄλλοι, καὶ πρὸ τῶν ἄλλων ὁ σὸς πρεσβύτερος, οὗ τὴν πολιὰν αἰδούμεθα καὶ τὴν εὐσπλαγχνίαν. εἰ δὲ μακρύνεις[1779] ἀφʼ ἡμῶν, τοῦ βαθμοῦ μὲν πάντως[1780] ἐκπέπτωκας, ἐκπεσῇ δὲ καὶ τοῦ Θεοῦ μετὰ τῶν μελῶν σου καὶ τῆς στολῆς, οἷς ἄγεις τὰς νέας, οὐ πρὸς Θεόν, ἀλλʼ εἰς βάραθρον.