Pular para o conteúdo

Epistulae

Basil, Saint, Bishop of Caesarea · Carta 121

Carta 121

[121] Πολὺς ὁ χειμὼν καὶ ἐπὶ τὸ μακρότατον παραταθείς, ὡς μηδὲ τὰς διὰ γραμμάτων παραμυθίας ῥᾳδίως ἡμῖν ὑπάρχειν. ὅθεν ὀλιγάκις οἶδα καὶ ἐπιστείλας τῇ εὐλαβείᾳ σου καὶ δεξάμενος γράμματα. ἀλλʼ ἐπειδὴ ὁ ποθεινότατος ἀδελφὸς ἡμῶν Σαγκτίσσιμος[1417] ὁ συμπρεσβύτερος τὴν μέχρις ὑμῶν ὁδοιπορίαν ὑπέστη, δι’ αὐτοῦ καὶ προσφθέγγομαί[1418] σου τὴν κοσμιότητα,[1419] καὶ παρακαλῶ προσεύχεσθαι ὑπὲρ ἐμοῦ καὶ χρῆσαι τὴν ἀκοὴν τῷ προειρημένῳ,[1420] ὥστε παρʼ αὐτοῦ διδαχθῆναι τὰ τῶν ἐκκλησιῶν ἐν οἵοις[1421] ἐστὶ καὶ τὴν δυνατὴν σπουδὴν εἰσενέγκασθαι εἰς τὰ προκείμενα.

Γίνωσκε δὲ ὅτι Φαῦστος γράμματα ἔχων ἧκε πρὸς ἡμᾶς παρὰ[1422] πάπα, ἀξιοῦντα αὐτὸν γενέσθαι ἐπίσκοπον. ἐπειδὴ δὲ ᾐτήσαμεν ἡμεῖς,[1423] μαρτυρίαν τῆς σῆς εὐλαβείας καὶ τῶν λοιπῶν ἐπισκόπων, καταφρονήσας ἡμῶν πρὸς Ἄνθιμον ᾤχετο, καὶ παρʼ αὐτοῦ λαβὼν τὴν χειροτονίαν χωρὶς ἡμετέρας ὑπομνήσεως ἐπανῆκε.