Pular para o conteúdo

Epistulae

Basil, Saint, Bishop of Caesarea · Carta 103

Carta 103

[103] Ἤγαγεν εἰς ἔργον ὁ Κύριος τοῦ λαοῦ αὐτοῦ[1294] τὰ αἰτήματα, καὶ ἔδωκεν αὐτῷ διὰ τῆς ἡμετέρας ταπεινώσεως ποιμένα ἄξιον μὲν τοῦ ὀνόματος, καὶ οὐ κατὰ τοὺς πολλοὺς καπηλεύοντα τὸν λόγον, δυνάμενον δὲ καὶ ὑμῖν[1295] τοῖς τὴν ὀρθότητα τοῦ κηρύγματος ἀγαπῶσι καὶ τὴν κατʼ ἐντολὰς[1296] τοῦ Κυρίου ζωὴν καταδεξαμένοις ἀρέσκειν καθʼ ὑπερβολὴν ἐν τῷ ὀνόματι[1297] τοῦ Κυρίου τοῦ πληρώσαντος αὐτὸν τῶν πνευματικῶν αὐτοῦ χαρισμάτων.