Capítulo 3
[3.1] αἱ δὲ πεζικαί τε καὶ ἱππικαὶ τάξεις καὶ ὁπλίσεις πολυειδεῖς τε καὶ πολύτροποί εἰσιν. αὐτίκα τῶν πεζῶν ἡ ὅπλισις, ὥς γε δὴ ἐς τὰ ἀνωτάτω τεμεῖν, τριχῆ νενέμηται, ἔς τε τὸ ὁπλιτικὸν καὶ ἐς τὸ ψιλὸν καὶ ἐς τὸ πελταστικόν. τὸ μὲν δὴ βαρύτατον τὸ ὁπλιτικὸν θώρακας
[3.2] ἔχει καὶ ἀσπίδας ἢ θυρεοὺς παραμήκεις καὶ μαχαίρας καὶ δόρατα, ὡς Ἕλληνες, ἢ σαρίσας, ὡς Μακεδόνες. τὸ δὲ ψιλὸν ἐναντιώτατα ἔχει τῷ ὁπλιτικῷ πάντα,
[3.3] ὅτιπερ ἄνευ θώρακος καὶ ἀσπίδος καὶ κνημῖδος καὶ κράνους ἑκηβόλοις ἐστὶν ὅπλοις διαχρώμενον, τοξεύμασιν ἢ ἀκοντίοις ἢ σφενδόναις ἢ λίθοις ἐκ χειρός.
[3.4] τὸ πελταστικόν δὲ κουφότερον μὲν τυγχάνει ὂν τοῦ ὁπλιτικοῦ — ἡ γὰρ πέλτη σμικροτέρα τῆς ἀσπίδος καὶ ἐλαφροτέρα, καὶ τὰ ἀκόντια τῶν δοράτων καὶ τῶν σαρισῶν λειπόμενα —, βαρύτερον
[3.5] δὲ τοῦ ψιλοῦ τῷ δὲ ἀκριβεῖ καὶ βαρεῖ ὁπλιτικῷ καὶ κράνη πρόσκειται, ἢ πῖλοι Λακωνικοὶ ἢ Ἀρκαδικοί, καὶ κνημῖδες, ὡς τοῖς πάλαι Ἕλλησιν, ἢ ὡς Ῥωμαίοις κνημὶς μία πρὸ τῆς κνήμης τῆς ἐν ταῖς μάχαις προβαλλομένης, καὶ θώρακες, οἳ μὲν φολιδωτοί, οἳ δὲ ἁλύσεσι λεπταῖς σιδηραῖς ἐπηλλαγμένοι.