Pular para o conteúdo

Τέχνη τακτική

Arriano · Capítulo 27

Capítulo 27

[27.1] χρὴ δὲ τὰ παραγγέλματα ἐθίζεσθαι τὴν στρατιὰν ὀξέως δέχεσθαι, τὰ μὲν φωνῇ, τὰ δὲ ὁρατοῖς σημείοις,

[27.2] τὰ δὲ τῇ σάλπιγγι. καὶ σαφέστερα μὲν τυγχάνει ὄντα τὰ λέξει δηλούμενα, ὅτι καὶ παντὸς τοῦ νοῦ ἡ δήλωσις οὕτω γίγνεται, οὐχὶ δὲ σύμβολόν τι αὐτὸ μόνον ὁρᾶται ἢ ἀκούεται.

[27.3] ἀλλʼ ἐπειδὴ πολλὰ τὰ ἐξείργοντά ἐστιν ἐν ταῖς μάχαις τὰς διὰ φωνῆς δηλώσεις, ὁ κτύπος τε ὁ ἐκ τῶν ὅπλων καὶ αἱ παρακελεύσεις ἀλλήλοις καὶ οἰμωγαὶ τιτρωσκομένων καὶ παριππασία δυνάμεως ἱππικῆς, προσεθιστέον τὴν στρατιὰν καὶ τοῖς ὁρατοῖς σημείοις. οὐ μὴν ἀλλὰ καὶ πρὸς ταῦτα ἤδη ἄπορα ἔστιν ἃ

[27.4] γίγνεται, οἷν ὁμίχλη ἢ κονιορτὸς πολὺς ἄνω φερόμενος ἢ ἥλιος κατὰ προσώπου ἀντιλάμπων ἢ νιφετὸς συνεχὴς ἢ ὕδωρ λάβρον ἐξ οὐρανοῦ ἢ τόποι σύνδενδροι ἢ γήλοφοι ἀνεστηκότες, ὡς μὴ πάσῃ τῇ φάλαγγι ὁρατὰ γίγνεσθαι τὰ σημεῖα.

[27.5] ὁπότε μὲν δὴ γήλοφοι διακλείοιεν τὴν ὄψιν, πλείω τὰ ὁρατὰ σημεῖα ποιητέον· πρὸς δὲ τὰ ἐκ τοῦ ἀέρος ἐμπόδια ἡ σάλπιγξ ὠφέλιμος. ὑπὲρ δὲ τῶν πορειῶν, ὅσας ποιεῖται τὰ στρατόπεδα,