Pular para o conteúdo

Τέχνη τακτική

Arriano · Capítulo 17

Capítulo 17

[17.1] ὁ δὲ ῥόμβος ὧδε ἔχει. ὁ μὲν ἴλαρχος πρῶτος τάσσεται, οἱ δʼ ἐφ ἑκάτερα αὐτοῦ ἱππῆς οὐκ ἐξ ἴσου αὐτῷ στοιχοῦσιν, ἀλλʼ ἐς τοσόνδε ὑποβεβηκότες, ὥστε τὰς κεφαλὰς κατὰ τοὺς ὤμους μάλιστα τοῦ ἵππου τετάχθαι, ὅτῳ ὁ ἴλαρχος ἐποχεῖται. καὶ οὕτω τοὺς ἐφεξῆς στίχους

[17.2] πλατύνοντες ἔστε ἐπὶ τὸ ἥμισυ τοῦ παντός, ἐνθένδε αὖ κατὰ ταὐτὰ ἐς στενὸν συνάγοντες τὸν ῥόμβον ἐκπληροῦσι.

[17.3] τὸ δὲ ἥμισυ τοῦ ῥόμβου ἔμβολόν ἐστιν, ὥστʼ ἐνταὐτῷ δεδήλωταί μοι καὶ τοῦ ἐμβόλου τὸ σχῆμα. ἑτερομήκης δʼ ἐστὶ τάξις ἡ τὸ βάθος τοῦ μετώπου μεῖζον ἔχουσα ἢ τοῦ βάθους τὸ μέτωπον, ἥπερ ἀμείνων τῆς προτέρας ἐς τοὺς ἀγῶνας, εἰ μή που διεκπεσεῖν διὰ πολεμίας τάξεως ἐθέλοιμεν —

[17.4] τότε γὰρ ἡ βαθυτάτη τε καὶ κατὰ μέτωπον στενοτάτη τάξις ἂν εἴη ὠφελιμωτάτη —, ἢ εἴ που ἀποκρύψαι δέοι τῶν ἱππέων τὸ πλῆθος, ὡς προκαλέσασθαι τοὺς πολεμίους ἐς θάρσος ἀσύμφορον.

[17.5] ἡ δʼ ἐφʼ ἑνὸς ἐπὶ μετώπου ἀβαθὴς τάξις ἐς λεηλασίας ἀνυπόπτους ἐπιτήδειος, ἢ εἴ που καταπατῆσαί τι ἤ ἀφανίσαι ἐθέλοιμεν· ἐς δὲ τοὺς ἀγῶνας τὸ πολὺ ἀσύμφορος.