Pular para o conteúdo

Ῥητορική

Aristotle · Capítulo 6

Capítulo 6

[3.6.1] εἰς ὄγκον δὲ τῆς λέξεως συμβάλλεται τάδε, τὸ λόγῳ χρῆσθαι ἀντʼ ὀνόματος, οἷον μὴ κύκλον, ἀλλʼ ἐπίπεδον τὸ ἐκ τοῦ μέσου ἴσον· εἰς δὲ συντομίαν τὸ ἐναντίον, ἀντὶ τοῦ λόγου ὄνομα.

[3.6.2] καὶ ἐὰν αἰσχρὸν ἢ ἀπρεπές, ἐὰν μὲν ἐν τῷ λόγῳ ᾖ ⟨τὸ⟩ αἰσχρόν, τοὔνομα λέγειν, ἐὰν δʼ ἐν τῷ ὀνόματι, τὸν λόγον.

[3.6.3] καὶ μεταφορᾷ δηλοῦν καὶ τοῖς ἐπιθέτοις, εὐλαβούμενον τὸ ποιητικόν.

[3.6.4] καὶ τὸ ἓν πολλὰ ποιεῖν, ὅπερ οἱ ποιηταὶ ποιοῦσιν· ἑνὸς ὄντος λιμένος ὅμως λέγουσι

λιμένας εἰς Ἀχαϊκούς

καὶ

δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί.

[49]

[3.6.5] καὶ μὴ ἐπιζευγνύναι, ἀλλʼ ἑκατέρῳ ἑκάτερον, “τῆς γυναικὸς τῆς ἡμετέρας”· ἐὰν δὲ συντόμως, τοὐναντίον, “τῆς ἡμετέρας γυναικός”.

[3.6.6] καὶ μετὰ συνδέσμου λέγειν· ἐὰν δὲ συντόμως, ἄνευ μὲν συνδέσμου, μὴ ἀσύνδετα δέ, οἷον “πορευθεὶς καὶ διαλεχθείς”, “πορευθεὶς διελέχθην”.

[3.6.7] καὶ τὸ Ἀντιμάχου χρήσιμον, ἐξ ὧν μὴ ἔχει λέγειν, ὃ ἐκεῖνος ποιεῖ ἐπὶ τοῦ Τευμησσοῦ,

ἔστι τις ἠνεμόεις ὀλίγος λόφος·

αὔξεται γὰρ οὕτως εἰς ἄπειρον. ἔστι δὲ τοῦτο καὶ ἐπὶ ἀγαθῶν καὶ κακῶν, ὅπως οὐκ ἔχει, ὁποτέρως ἂν ᾖ χρήσιμον, ὅθεν καὶ τὰ ὀνόματα οἱ ποιηταὶ φέρουσιν, τὸ ἄχορδον καὶ τὸ ἄλυρον μέλος· ἐκ τῶν στερήσεων γὰρ ἐπιφέρουσιν· εὐδοκιμεῖ γὰρ τοῦτο ἐν ταῖς μεταφοραῖς λεγόμενον ταῖς ἀνάλογον, οἷον τὸ φάναι τὴν σάλπιγγα ἱέναι μέλος ἄλυρον.