Pular para o conteúdo

Ῥητορική

Aristotle · Capítulo 10

Capítulo 10

[2.10.1] δῆλον δὲ καὶ ἐπὶ τίσι φθονοῦσι καὶ τίσι καὶ πῶς ἔχοντες, εἴπερ ἐστὶν ὁ φθόνος λύπη τις ἐπὶ εὐπραγίᾳ φαινομένῃ τῶν εἰρημένων ἀγαθῶν περὶ τοὺς ὁμοίους, μὴ ἵνα τι αὑτῷ, ἀλλὰ διʼ ἐκείνους· φθονήσουσι μὲν γὰρ οἱ τοιοῦτοι οἷς εἰσί τινες ὅμοιοι ἢ φαίνονται·

[2.10.2] ὁμοίους δὲ λέγω κατὰ γένος, κατὰ συγγένειαν, καθʼ ἡλικίας, κατὰ ἕξεις, κατὰ δόξαν, κατὰ τὰ ὑπάρχοντα. καὶ οἷς μικρὸν ἐλλείπει τοῦ μὴ πάντα ὑπάρχειν (διὸ οἱ μεγάλα πράττοντες καὶ οἱ εὐτυχοῦντες φθονεροί εἰσιν)· πάντας γὰρ οἴονται τὰ αὑτῶν φέρειν.

[2.10.3] καὶ οἱ τιμώμενοι ἐπί τινι διαφερόντως, καὶ μάλιστα ἐπὶ σοφίᾳ ἢ εὐδαιμονίᾳ. καὶ οἱ φιλότιμοι φθονερώτεροι τῶν ἀφιλοτίμων. καὶ οἱ δοξόσοφοι· φιλότιμοι γὰρ ἐπὶ σοφίᾳ. καὶ ὅλως οἱ φιλόδοξοι περί τι φθονεροὶ περὶ τοῦτο. καὶ οἱ μικρόψυχοι· πάντα γὰρ μεγάλα δοκεῖ αὐτοῖς εἶναι.

[2.10.4] ἐφʼ οἷς δὲ φθονοῦσι, τὰ μὲν ἀγαθὰ εἴρηται· ἐφʼ οἷς γὰρ φιλοδοξοῦσι καὶ φιλοτιμοῦνται ἔργοις ἢ κτήμασι καὶ ὀρέγονται δόξης, καὶ ὅσα εὐτυχήματά ἐστιν, σχεδὸν περὶ πάντα φθόνος ἔστι, καὶ μάλισταὧν αὐτοὶ ἢ ὀρέγονται ἢ οἴονται δεῖν αὑτοὺς ἔχειν, ἢ ὧν τῇ κτήσει μικρῷ ὑπερέχουσιν ἢ μικρῷ ἐλλείπουσιν.

[2.10.5] φανερὸν δὲ καὶ οἷς φθονοῦσιν· ἅμα γὰρ εἴρηται· τοῖς γὰρ ἐγγὺς καὶ χρόνῳ καὶ τόπῳ καὶ ἡλικίᾳ καὶ δόξῃ φθονοῦσιν· ὅθεν εἴρηται

τὸ συγγενὲς γὰρ καὶ φθονεῖν ἐπίσταται.

καὶ πρὸς οὓς φιλοτιμοῦνται· φιλοτιμοῦνται γὰρ πρὸς τοὺς εἰρημένους, πρὸς δὲ τοὺς μυριοστὸν ἔτος ὄντας ἢ πρὸς τοὺς ἐσομένους ἢ τεθνεῶτας οὐδείς, οὐδὲ πρὸς τοὺς ἐφʼ Ἡρακλείαις στήλαις. οὐδʼ ὧν πολὺ οἴονται παρʼ αὐτοῖς ἢ παρὰ τοῖς ἄλλοις λείπεσθαι, οὐδʼ ὧν πολὺ ὑπερέχειν, ὡσαύτως καὶ ρὸς τούτους καὶ περὶ τὰ τοιαῦτα.

[2.10.6] ἐπεὶ δὲ πρὸς τοὺς ἀνταγωνιστὰς καὶ ἀντεραστὰς καὶ ὅλως τοὺς τῶν αὐτῶν ἐφιεμένους φιλοτιμοῦνται, ἀνάγκη μάλιστα τούτοις φθονεῖν, διόπερ εἴρηται

καὶ κεραμεὺς κεραμεῖ.

[30]

[2.10.8] καὶ ὧν ἢ κεκτημένων ἢ κατορθούντων ὄνειδος αὐτοῖς (εἰσὶν δὲ καὶ οὗτοι ⟨οἱ⟩ ἐγγὺς καὶ ὅμοιοι)· δῆλον γὰρ ὅτι παρʼ αὐτοὺς οὐ τυγχάνουσι τοῦ ἀγαθοῦ, ὥστε τοῦτο λυποῦν ποιεῖ τὸν φθόνον.

[2.10.9] καὶ τοῖς ἢ ἔχουσι ταῦτα ἢ κεκτημένοις ὅσα αὐτοῖς προσῆκεν ἢ ἐκέκτηντό ποτε· διὸ πρεσβύτεροί τε νεωτέροις

[2.10.10] καὶ οἱ πολλὰ δαπανήσαντες εἰς ταὐτὸ τοῖς ὀλίγα φθονοῦσιν.

[2.10.7] καὶ τοῖς ταχὺ οἱ ἢ μόλις τυχόντες ἢ μὴ τυχόντες φθονοῦσιν.

[2.10.11] δῆλον δὲ καὶ ἐφʼ οἷς χαίρουσιν οἱ τοιοῦτοι καὶ ἐπὶ τίσι καὶ πῶς ἔχοντες· ὡς γὰρ ἔχοντες λυποῦνται, οὕτως ἔχοντες ἐπὶ τοῖς ἐναντίοις ἡσθήσονται. ὥστε ἂν αὐτοὶ μὲν παρασκευασθῶσιν οὕτως ἔχειν, οἱ δʼ ἐλεεῖσθαι ἢ τυγχάνειν τινὸς ἀγαθοῦ ἀξιοῦντες ὦσιν οἷοι οἱ εἰρημένοι, δῆλον ὡς οὐ τεύξονται ἐλέου παρὰ τῶν κυρίων.