Pular para o conteúdo

Ῥητορική

Aristotle · Capítulo 14

Capítulo 14

[1.14.1] ἀδίκημα δὲ μεῖζον, ὅσῳ ἂν ἀπὸ μείζονος ᾖ ἀδικίας· διὸ τὰ ἐλάχιστα μέγιστα, οἷον ὃ Μελανώπου Καλλίστρατος κατηγόρει, ὅτι παρελογίσατο τρία ἡμιωβέλια ἱερὰ τοὺς ναοποιούς· ἐπὶ δικαιοσύνης δὲ τοὐναντίον. ἔστιν δὲ ταῦτα ἐκ τοῦ ἐνυπάρχειν τῇ δυνάμει· ὁ γὰρ τρία ἡμιωβέλια ἱερὰ κλέψας κἂν ὁτιοῦν ἀδικήσειεν. ὁτὲ μὲν δὴ οὕτω τὸ μεῖζον, ὁτὲ δʼ ἐκ τοῦ βλάβους κρίνεται.

[1.14.2] καὶ οὗ μὴ ἔστιν ἴση τιμωρία, ἀλλὰ πᾶσα ἐλάττων. καὶ οὗ μὴ ἔστιν ἴασις· χαλεπὸν γὰρ †καὶ ἀδύνατον†. καὶ οὗ μὴ ἔστιν δίκην λαβεῖν τὸν παθόντα· ἀνίατον γάρ· ἡ γὰρ δίκη καὶ κόλασις καὶ ἴασις.

[1.14.3] καὶ εἰ ὁ παθὼν καὶ ἀδικηθεὶς αὐτὸς αὑτὸν μεγάλως ἐκόλασεν· ἔτι γὰρ μείζονι ὁ ποιήσας δίκαιος κολασθῆναι, οἷον Σοφοκλῆς ὑπὲρ Εὐκτήμονος συνηγορῶν, ἐπεὶ ἀπέσφαξεν ἑαυτὸν ὑβρισθείς, οὐ τιμήσειν ἔφη ἐλάττονος ἢ ὁ παθὼν ἑαυτῷ ἐτίμησεν.

[1.14.4] καὶ ὃ μόνος ἢ πρῶτος ἢ μετʼ ὀλίγων πεποίηκεν. καὶ τὸ πολλάκις τὸ αὐτὸ ἁμαρτάνειν [μέγα]. καὶ διʼ ὃ ἂν ζητηθῇ καὶ εὑρεθῇ τὰ κωλύοντα καὶ ζημιοῦντα, οἷον ἐν Ἄργει ζημιοῦται διʼ ὃν ἂν νόμος τεθῇ καὶ διʼ οὓς τὸ δεσμωτήριον ᾠκοδομήθη.

[1.14.5] καὶ τὸ θηριωδέστερον ἀδίκημα μεῖζον. καὶ ὃ ἐκ προνοίας μᾶλλον. καὶ ὃ οἱ ἀκούοντες φοβοῦνται μᾶλλον ἢ ἐλεοῦσιν. καὶ τὰ μὲν ῥητορικά ἐστι τοιαῦτα, ὅτι πολλὰ ἀνῄρηκεν ἢ ὑπερβέβηκεν, οἷον ὅρκους, δεξιάς, πίστεις, ἐπιγαμίας· πολλῶν γὰρ ἀδικημάτων ὑπεροχή.

[1.14.6] καὶ τὸ ἐνταῦθα οὗ κολάζονται οἱ ἀδικοῦντες, ὅπερ ποιοῦσιν οἱ ψευδομαρτυροῦντες· ποῦ γὰρ οὐκ ἂν ἀδικήσαιεν, εἴ γε καὶ ἐν τῷ δικαστηρίῳ; καὶ ἐφʼ οἷς αἰσχύνη μάλιστα. καὶ εἰ τοῦτον ὑφʼ οὗ εὖ πέπονθεν· πλείω γὰρ ἀδικεῖ, ὅτι τε κακῶς ποιεῖ καὶ ὅτι οὐκ εὖ.

[1.14.7] καὶ ὃ παρὰ τὰ ἄγραφα δίκαια· ἀμείνονος γὰρ μὴ διʼ ἀνάγκην δίκαιον εἶναι· τὰ μὲν οὖν γεγραμμένα ἐξ ἀνάγκης, τὰ δʼ ἄγραφα οὔ. ἄλλον δὲ τρόπον, εἰ παρὰ τὰ γεγραμμένα· ὁ γὰρ τὰ φοβερὰ ἀδικῶν καὶ τὰ ἐπιζήμια καὶ τὰ ἀζήμια ἀδικήσειεν ἄν. περὶ μὲν οὖν ἀδικήματος μείζονος καὶ ἐλάττονος εἴρηται.