Pular para o conteúdo

Ῥητορική

Aristotle · Capítulo 10

Capítulo 10

[1.10.1] περὶ δὲ κατηγορίας καὶ ἀπολογίας, ἐκ πόσων καὶ ποίων ποιεῖσθαι δεῖ τοὺς συλλογισμούς, ἐχόμενον ἂν εἴη λέγειν.

[1.10.2] δεῖ δὴ λαβεῖν τρία, ἓν μὲν τίνων καὶ πόσων ἕνεκα ἀδικοῦσι, δεύτερον δὲ πῶς αὐτοὶ διακείμενοι, τρίτον δὲ τοὺς ποίους καὶ πῶς ἔχοντας.

[1.10.3] διορισάμενοι οὖν τὸ ἀδικεῖν λέγωμεν ἑξῆς.

ἔστω δὴ τὸ ἀδικεῖν τὸ βλάπτειν ἑκόντα παρὰ τὸν νόμον. νόμος δʼ ἐστὶν ὁ μὲν ἴδιος ὁ δὲ κοινός· λέγω δὲ ἴδιον μὲν καθʼ ὃν γεγραμμένον πολιτεύονται, κοινὸν δὲ ὅσα ἄγραφα παρὰ πᾶσιν ὁμολογεῖσθαι δοκεῖ. ἑκόντες δὲ ποιοῦσιν ὅσα εἰδότες καὶ μὴ ἀναγκαζόμενοι. ὅσα μὲν οὖν εἰδότες, οὐ πάντα προαιρούμενοι, ὅσα δὲ προαιρούμενοι, εἰδότες ἅπαντα· οὐδεὶς γὰρ ὃ προαιρεῖται ἀγνοεῖ.

[1.10.4] διʼ ἃ δὲ προαιροῦνται βλάπτειν καὶ φαῦλα ποιεῖν παρὰ τὸν νόμον κακία ἐστὶν καὶ ἀκρασία· ἐὰν γάρ τινες ἔχωσιν μοχθηρίαν ἢ μίαν ἢ πλείους, περὶ τοῦτο ὃ μοχθηροὶ τυγχάνουσιν ὄντες καὶ ἄδικοί εἰσιν· οἷον ὁ μὲν ἀνελεύθερος περὶ χρήματα, ὁ δʼ ἀκόλαστος περὶ τὰς τοῦ σώματος ἡδονάς, ὁ δὲ μαλακὸς περὶ τὰ ῥάθυμα, ὁ δὲ δειλὸς περὶ τοὺς κινδύνους (τοὺς γὰρ συγκινδυνεύοντας ἐγκαταλιμπάνουσι διὰ τὸν φόβον), ὁ δὲ φιλότιμος διὰ τιμήν, ὁ δʼ ὀξύθυμος διʼ ὀργήν, ὁ δὲ φιλόνικος διὰ νίκην, ὁ δὲ πικρὸς διὰ τιμωρίαν, ὁ δʼ ἄφρων διὰ τὸ ἀπατᾶσθαι περὶ τὸ δίκαιον καὶ ἄδικον, ὁ δʼ ἀναίσχυντος διʼ ὀλιγωρίαν δόξης· ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστος περὶ ἕκαστον τῶν ὑποκειμένων.

[1.10.5] ἀλλὰ περὶ μὲν τούτων δῆλον, τὰ μὲν ἐκ τῶν περὶ τὰς ἀρετὰς εἰρημένων, τὰ δʼ ἐκ τῶν περὶ τὰ πάθη ῥηθησομένων· λοιπὸν δʼ εἰπεῖν τίνος ἕνεκα καὶ πῶς ἔχοντες ἀδικοῦσι καὶ τίνας.

[1.10.6] πρῶτον μὲν οὖν διελώμεθα τίνων ὀρεγόμενοι καὶ ποῖα φεύγοντες ἐγχειροῦσιν ἀδικεῖν· δῆλον γὰρ ὡς τῷ μὲν κατηγοροῦντι πόσα καὶ ποῖα τούτων ὑπάρχει τῷ ἀντιδίκῳ σκεπτέον, ὧν ἐφιέμενοι πάντες τοὺς πλησίον ἀδικοῦσι, τῷ δὲ ἀπολογουμένῳ ποῖα καὶ πόσα τούτων οὐχ ὑπάρχει.

[1.10.7] πάντες δὴ πάντα πράττουσι τὰ μὲν οὐ διʼ αὑτοὺς τὰ δὲ διʼ αὑτούς. τῶν μὲν οὖν μὴ διʼ αὑτοὺς τὰ μὲν διὰ τύχην πράττουσι τὰ δʼ ἐξ ἀνάγκης, τῶν δʼ ἐξ ἀνάγκης τὰ μὲν βίᾳ τὰ δὲ φύσει, ὥστε πάντα ὅσα μὴ διʼ αὑτοὺς πράττουσι, τὰ μὲν ἀπὸ τύχης τὰ δὲ φύσει τὰ δὲ βίᾳ. ὅσα δὲ διʼ αὑτούς, καὶ ὧν αὐτοὶ αἴτιοι, τὰ μὲν διʼ ἔθος τὰ δὲ διʼ ὄρεξιν, τὰ μὲν διὰ λογιστικὴν ὄρεξιν τὰ δὲ διʼ ἄλογον·

[1.10.8] ἔστιν δʼ ἡ μὲν βούλησις ἀγαθοῦ ὄρεξις (οὐδεὶς γὰρ βούλεται ἀλλʼ ἢ ὅταν οἰηθῇ εἶναι ἀγαθόν), ἄλογοι δʼ ὀρέξεις ὀργὴ καὶ ἐπιθυμία· ὥστε πάντα ὅσα πράττουσιν ἀνάγκη πράττειν διʼ αἰτίας ἑπτά, διὰ τύχην, διὰ φύσιν, διὰ βίαν, διʼ ἔθος, διὰ λογισμόν, διὰ θυμόν, διʼ ἐπιθυμίαν.

[1.10.9] τὸ δὲ προσδιαιρεῖσθαι καθʼ ἡλικίαν ἢ ἕξεις ἢ ἀλλʼ ἄττα τὰ πραττόμενα περίεργον· εἰ γὰρ συμβέβηκεν τοῖς νέοις ὀργίλοις εἶναι ἢ ἐπιθυμητικοῖς, οὐ διὰ τὴν νεότητα πράττουσι τὰ τοιαῦτα ἀλλὰ διʼ ὀργὴν καὶ ἐπιθυμίαν. οὐδὲ διὰ πλοῦτον καὶ πενίαν, ἀλλὰ συμβέβηκε τοῖς μὲν πένησι διὰ τὴν ἔνδειαν ἐπιθυμεῖν χρημάτων, τοῖς δὲ πλουσίοις διὰ τὴν ἐξουσίαν ἐπιθυμεῖν τῶν μὴ ἀναγκαίων ἡδονῶν· ἀλλὰ πράξουσι καὶ οὗτοι οὐ διὰ πλοῦτον καὶ πενίαν ἀλλὰ διὰ τὴν ἐπιθυμίαν. ὁμοίως δὲ καὶ οἱ δίκαιοι καὶ οἱ ἄδικοι, καὶ οἱ ἄλλοι οἱ λεγόμενοι κατὰ τὰς ἕξεις πράττειν, διὰ ταῦτα πράξουσιν· ἢ γὰρ διὰ λογισμὸν ἢ διὰ πάθος· ἀλλʼ οἱ μὲν διὰ ἤθη καὶ πάθη χρηστά, οἱ δὲ διὰ τἀναντία.

[1.10.10] συμβαίνει μέντοι ταῖς μὲν τοιαύταις ἕξεσι τὰ τοιαῦτα ἀκολουθεῖν, ταῖς δὲ τοιαῖσδε τὰ τοιάδε· εὐθὺς γὰρ ἴσως τῷ μὲν σώφρονι διὰ τὸ σώφρονα εἶναι δόξαι τε καὶ ἐπιθυμίαι χρησταὶ ἐπακολουθοῦσι περὶ τῶν ἡδέων, τῷ δʼ ἀκολάστῳ αἱ ἐναντίαι περὶ τῶν αὐτῶν τούτων·

[1.10.11] διὸ τὰς μὲν τοιαύτας διαιρέσεις ἐατέον, σκεπτέον δὲ ποῖα ποίοις εἴωθεν ἕπεσθαι· εἰ μὲν γὰρ λευκὸς ἢ μέλας, ἢ μέγας ἢ μικρός, οὐδὲν τέτακται τῶν τοιούτων ἀκολουθεῖν, εἰ δὲ νέος ἢ πρεσβύτης, ἢ δίκαιος ἢ ἄδικος, ἤδη διαφέρει· καὶ ὅλως ὅσα τῶν συμβαινόντων ποιεῖ διαφέρειν τὰ ἤθη τῶν ἀνθρώπων, οἷον πλουτεῖν δοκῶν ἑαυτῷ ἢ πένεσθαι διοίσει τι, καὶ εὐτυχεῖν ἢ ἀτυχεῖν. ταῦτα μὲν οὖν ὕστερον ἐροῦμεν, νῦν δὲ περὶ τῶν λοιπῶν εἴπωμεν πρῶτον.

[1.10.12] ἔστι δʼ ἀπὸ τύχης μὲν τὰ τοιαῦτα γιγνόμενα, ὅσων ἥ τε αἰτία ἀόριστος καὶ μὴ ἕνεκά του γίγνεται καὶ μήτε ἀεὶ μήτε ὡς ἐπὶ τὸ πολὺ μήτε τεταγμένως (δῆλον δʼ ἐκ τοῦ ὁρισμοῦ τῆς τύχης περὶ τούτων),

[1.10.13] φύσει δὲ ὅσων ἥ τʼ αἰτία ἐν αὐτοῖς καὶ τεταγμένη· ἢ γὰρ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ ὡσαύτως ἀποβαίνει. τὰ γὰρ παρὰ φύσιν οὐδὲν δεῖ ἀκριβολογεῖσθαι πότερα κατὰ φύσιν ἤ τινα ἄλλην αἰτίαν γίγνεται·

[1.10.14] δόξειε δʼ ἂν καὶ ἡ τύχη αἰτία εἶναι τῶν τοιούτων. βίᾳ δὲ ὅσα παρʼ ἐπιθυμίαν ἢ τοὺς λογισμοὺς γίγνεται [διʼ] αὐτῶν τῶν πραττόντων.

[1.10.15] ἔθει δὲ ὅσα διὰ τὸ πολλάκις πεποιηκέναι ποιοῦσιν.

[1.10.16] διὰ λογισμὸν δὲ τὰ δοκοῦντα συμφέρειν ἐκ τῶν εἰρημένων ἀγαθῶν ἢ ὡς τέλος ἢ ὡς πρὸς τὸ τέλος, ὅταν διὰ τὸ συμφέρειν πράττηται· ἔνια γὰρ καὶ οἱ ἀκόλαστοι συμφέροντα πράττουσιν, ἀλλʼ οὐ διὰ τὸ συμφέρειν ἀλλὰ διʼ ἡδονήν. διὰ θυμὸν δὲ καὶ ὀργὴν τὰ τιμωρητικά.

[1.10.17] διαφέρει δὲ τιμωρία καὶ κόλασις· ἡ μὲν γὰρ κόλασις τοῦ πάσχοντος ἕνεκά ἐστιν, ἡ δὲ τιμωρία τοῦ ποιοῦντος, ἵνα πληρωθῇ.

[1.10.18] τί μὲν οὖν ἐστιν ἡ ὀργή, δῆλον ἔσται ἐν τοῖς περὶ τῶν παθῶν. διʼ ἐπιθυμίαν δὲ πράττεται ὅσα φαίνεται ἡδέα. ἔστιν δὲ καὶ τὸ σύνηθες καὶ τὸ ἐθιστὸν ἐν τοῖς ἡδέσιν· πολλὰ γὰρ καὶ τῶν φύσει μὴ ἡδέων, ὅταν συνεθισθῶσιν, ἡδέως ποιοῦσιν· ὥστε συλλαβόντι εἰπεῖν, ὅσα διʼ αὑτοὺς πράττουσιν ἅπαντʼ ἐστὶν ἢ ἀγαθὰ ἢ φαινόμενα ἀγαθά, ἢ ἡδέα ἢ φαινόμενα ἡδέα. ἐπεὶ δʼ ὅσα διʼ αὑτοὺς ἑκόντες πράττουσιν, οὐχ ἑκόντες δὲ ὅσα μὴ διʼ αὑτούς, πάντʼ ἂν εἴη ὅσα ἑκόντες πράττουσιν ἢ ἀγαθὰ ἢ φαινόμενα ἀγαθά, ἢ ἡδέα ἢ φαινόμενα ἡδέα· τίθημι γὰρ καὶ τὴν τῶν κακῶν ἢ φαινομένων κακῶν ἢ ἀπαλλαγὴν ἢ ἀντὶ μείζονος ἐλάττονος μετάληψιν ἐν τοῖς ἀγαθοῖς (αἱρετὰ γάρ πως), καὶ τὴν τῶν λυπηρῶν ἢ φαινομένων ⟨λυπηρῶν⟩ ἢ ἀπαλλαγὴν ἢ μετάληψιν ἀντὶ μειζόνων ἐλαττόνων ἐν τοῖς ἡδέσιν ὡσαύτως. ληπτέον ἄρα τὰ συμφέροντα καὶ τὰ ἡδέα, πόσα καὶ ποῖα.

[1.10.19] περὶ μὲν οὖν τοῦ συμφέροντος ἐν τοῖς συμβουλευτικοῖς εἴρηται πρότερον, περὶ δὲ τοῦ ἡδέος εἴπωμεν νῦν. δεῖ δὲ νομίζειν ἱκανοὺς εἶναι τοὺς ὅρους ἐὰν ὦσι περὶ ἑκάστου μήτε ἀσαφεῖς μήτε ἀκριβεῖς.