Pular para o conteúdo

Περὶ σοφιστικῶν ἐλέγχων

Aristóteles · Capítulo 30

Capítulo 30

[30.1] Πρὸς δὲ τοὺς τὰ πλείω ἐρωτήματα ἓν ποιοῦντας εὐθὺς ἐν ἀρχῇ διοριστέον. Ἐρώτησις γὰρ μία πρὸς ἣν μία ἀπόκρισίς ἐστιν, ὥστ᾿ οὔτε πλείω καθ᾿ ἑνὸς οὔτε ἓν κατὰ πολλῶν, ἀλλ᾿ ἓν καθ᾿ ἑνὸς φατέον ἢ ἀποφατέον. Ὥσπερ δὲ ἐπὶ τῶν ὁμωνύμων ὁτὲ μὲν ἀμφοῖν ὁτὲ δ᾿ οὐδετέρῳ ὑπάρχει, ὥστε μὴ ἁπλοῦ ὄντος τοῦ ἐρωτήματος ἁπλῶς ἀποκρινομένοις οὐδὲν συμβαίνει πάσχειν, ὁμοίως καὶ ἐπὶ τούτων. [30.2] Ὅταν μὲν οὖν τὰ πλείω τῷ ἑνὶ ἢ τὸ ἓν τοῖς πολλοῖς ὑπάρχῃ, τῷ ἁπλῶς δόντι καὶ ἁμαρτόντι ταύτην τὴν ἁμαρτίαν οὐδὲν ὑπεναντίωμα συμβαίνει· ὅταν δὲ τῷ μὲν τῷ δὲ μή, ἢ πλείω κατὰ πλειόνων, καὶ ἔστιν ὡς ὑπάρχει ἀμφότερα ἀμφοτέροις, ἔστι δ᾿ ὡς οὐχ ὑπάρχει πάλιν, ὥστε τοῦτ᾿ εὐλαβητέον. Οἷον ἐν τοῖσδε τοῖς λόγοις. [30.3] Εἰ τὸ μέν ἐστιν ἀγαθὸν τὸ δὲ κακόν, ὅτι ταῦτα ἀληθὲς εἰπεῖν ἀγαθὸν καὶ κακὸν καὶ πάλιν μήτ᾿ ἀγαθὸν μήτε κακόν· οὐκ ἔστι γὰρ ἑκάτερον ἑκάτερον, ὥστε ταὐτὸ ἀγαθὸν καὶ κακὸν καὶ οὔτ᾿ ἀγαθὸν οὔτε κακόν. Καὶ εἰ ἕκαστον αὐτὸ αὑτῷ ταὐτόν, καὶ ἄλλου ἕτερον· ἐπεὶ δ᾿ οὐκ ἄλλοις ταὐτὰ ἀλλ᾿ αὑτοῖς, καὶ ἕτερα αὑτῶν, ταὐτὰ ἑαυτοῖς ἕτερα καὶ ταὐτά. Ἔτι εἰ τὸ μὲν ἀγαθὸν κακὸν γίνεται, τὸ δὲ κακὸν ἀγαθόν ἐστιν, δύο γένοιτ᾿ ἄν. Δυοῖν τε καὶ ἀνίσων ἑκάτερον αὐτὸ αὑτῷ ἴσον, ὥστε ἴσα καὶ ἄνισα αὐτὰ αὑτοῖς.

[30.4] Ἐμπίπτουσι μὲν οὖν οὗτοι καὶ εἰς ἄλλας λύσεις· καὶ γὰρ τὸ ἄμφω καὶ τὸ ἅπαντα πλείω σημαίνει· οὔκουν ταὐτόν, πλὴν ὄνομα, συμβαίνει φῆσαι καὶ ἀποφῆσαι· τοῦτο δ᾿ οὐκ ἦν ἔλεγχος. Ἀλλὰ φανερὸν ὅτι μὴ μιᾶς ἐρωτήσεως τῶν πλειόνων γινομένων, ἀλλ᾿ ἓν καθ᾿ ἑνὸς φάντος ἢ ἀποφάντος, οὐκ ἔσται τὸ ἀδύνατον.