Capítulo 27
[27.1] Τοὺς δὲ παρὰ τὸ αἰτεῖσθαι καὶ λαμβάνειν τὸ ἐν ἀρχῇ πυνθανομένῳ μέν, ἂν ᾖ δῆλον, οὐ δοτέον, οὐδ᾿ ἂν ἔνδοξον ᾖ, λέγοντα τἀληθές. Ἂν δὲ λάθῃ, τὴν ἄγνοιαν διὰ τὴν μοχθηρίαν τῶν τοιούτων λόγων εἰς τὸν ἐρωτῶντα μεταστρεπτέον ὡς οὐ διειλεγμένον· ὁ γὰρ ἔλεγχος ἄνευ τοῦ ἐξ ἀρχῆς. Εἶθ᾿ ὅτι ἐδόθη οὐχ ὡς τούτῳ χρησομένου, ἀλλ᾿ ὡς πρὸς τοῦτο συλλογιουμένου τοὐναντίον, ἢ ἐπὶ τῶν παρεξελέγχων.