Capítulo 4
Ταῦτα μὲν οὖν μέχρι τούτου διηπορήσθω· τοῦ δὲ τί ἐστι πότερον ἔστι συλλογισμὸς καὶ ἀπόδειξις ἢ οὐκ ἔστι, καθάπερ νῦν ὁ λόγος ὑπέθετο; ὁ μὲν γὰρ συλλογισμὸς τὶ κατὰ τινὸς δείκνυσι διὰ τοῦ μέσου· τὸ δὲ τί ἐστιν ἴδιόν τε, καὶ ἐν [91a15] τῷ τί ἐστι κατηγορεῖται. ταῦτα δʼ ἀνάγκτη ἀντιστρέφειν. εἰ γὰρ τὸ Α τοῦ Γ ἴδιον, δῆλον ὅτι καὶ τοῦ Β καὶ τοῦτο τοῦ Γ, ὥστε πάντα ἀλλήλων. ἀλλὰ μὴν καὶ εἰ τὸ Α ἐν τῷ τί ἐστιν ὑπάρχει παντὶ τῷ Β, καὶ καθόλου τὸ Β παντὸς τοῦ Τἐν τῷ τί ἐστι λέγεται, ἀνάγκη καὶ τὸ ἐν τῷ τί ἐστι τοῦ Γ [91a20] λέγεσθαι. εἰ δὲ μὴ οὕτω τις λήφεται διπλώσας, οὐκ ἀνάγκη ἔσται τὸ Α τοῦ Γ κατηγορεῖσθαι ἐν τῷ τί ἐστιν, εἰ τὸ μὲν Α τοῦ Β ἐν τῷ τί ἐστι, μὴ καθʼ ὅσων δὲ τὸ Β, ἐν τῷ τί ἐστιν. τὸ δὲ τί ἐστιν ἄμφω ταῦτα ἕξει· ἔσται ἄρα καὶ τὸ Β κατὰ [91a25] τοῦ Γ τὸ τί ἐστιν. εἰ δὴ τὸ τί ἐστι καὶ τὸ τί ἦν εἶναι ἄμφω ἔχει, ἐπὶ τοῦ μέσου ἔσται πρότερον τὸ τί ἦν εἶναι. ὅλως τε, εἰ ἔστι δεῖξαι τί ἐστιν ἄνθρωπος, ἔστω τὸ Γ ἄνθρωπος, τὸ δὲ τὸ τί ἐστιν, εἴτε ζῷον δίπουν εἴτʼ ἄλλο τι. εἰ τοίνυν συλλογιεῖται, ἀνάγκη κατὰ τοῦ τὸ παντὸς κατηγορεῖσθαι. [91a30] τοῦτο δʼ ἔσται ἄλλος λόγος μέσος, ὥστε καὶ τοῦτο ἔσται τί ἐστιν ἄνθρωπος. λαμβάνει οὖν ὅ δεῖ δεῖξαι· καὶ γὰρ τὸ Βἔσται τί ἐστιν ἄνθρωπος.
Δεῖ δʼ ἐν τας δυσὶ προτάσεσι καὶ τοῖς τπρώτοις καὶ ἀμέσοις σκοπεῖν· μάλιστα γὰρ φανερόν τὸ λεγόμενον γίνεται. [91a35] οἱ μὲν οὖν διὰ τοῦ ἀντιστρέφειν δεικνύντες τί ἐκστι φυχή, ἢ τί ἐστιν ἄνθρωπος ἢ ἄλλο ὁτιοῦν τῶν ὄντων, τὸ ἐξ ἀρχῆς αὐτοῦνται, οἷον εἴ τις ἀξιώσειε φυχὴν εἶναι τὸ αὐτὸ αὑτῷ σἴτίον τοῦ ζῆν, τοῦτο δʼ ἀριθμὸν αὐτὸν αὑτόν κινοῦντα· ἀνάγκη γὰρ αἰτῆσαι τὴν φυχὴν ὅπερ ἀριθμὸν εἶναι αὐτὸν αὑτόν κινοῦντα, [91b] οὕτως ὡς τὸ αὐτὸ ὄν. οὐ γὰρ εἰ ἀκολουθεῖ τὸ τῷ Β καὶ τοῦτο τῷ Γ, ἔσται τῷ Γ τὸ τὸ τί ἦν εἶναι, ἀλλʼ ἀληθὲς εὐπεῖν ἔσται μόνον· οὐδʼ εἰ ἔστι τὸ Α ὅπερ τι καὶ κατὰ τοῦ Β κατηγορεῖται παντός. καὶ γὰρ τὸ ζῴῳ εἶ [91b5] ναι κατηγορεῖται κατὰ τοῦ ἀνθρώπῳ εἶναι (ἀληθές γὰρ πᾶν τὸ ἀνθρώπῳ εἶναι ζῴῳ εἶναι, ὥσπερ καὶ πάντα ἄνθρωπον ζῷον), ἀλλʼ οὐχ οὕτως ὥστε ἕν εἶναι. ἐὰν μὲν οὖν μὴ οὕτω λάβῃ, οὐ συλλογιεῖται ὅτι τὸ Α ἐστὶ τῷ Γ τὸ τί ἦν εἶναι καὶ ἡ οὐσία· ἐὰν δὲ οὕτω λάβη, πρότερον ἔσται εληφὡς τῷ [91b10] Γ τί ἐστι τὸ τί ἦν εἶναι [τὸ Β]. ὥστʼ οὐκ ἀποδέδεικται· τὸ γὰρ ἐν ἀρχῇ εἴληφεν.