Pular para o conteúdo

Ἀναλυτικὰ πρότερα

Aristóteles · Capítulo 34

Capítulo 34

[89b10] Ἡ δʼ ἀγχίνοιά ἐστιν εὐστοχία τις ἐν ἀσκέπτῳ χρόν τοῦ μέσου, οἷον εἴ τις ἰδὼν ὅτι ἡ σελήνη τὸ λαμπρὸν ἀεὶ ἔχει πρὸς τὸν ἥλιον, ταχὺ ἐνενόησε διὰ τί τοῦτο, ὅτι διὰ τὸ λάμτπειν ἀπὸ τοῦ ἡλίου· ἢ διαλεγόμενον πλουσίῳ ἔγνω διότι δανείζεται· ἢ διότι φίῦλοι, ὅτι ἐχθροὶ τοῦ αὐτοῦ. πάντα γὰρ [89b15] τὰ αἴτια τὰ μέσα [ὁ] ἰδὼν τὰ ἄκρα ἐγνώρισεν. τὸ λαμπρόν εἶναι τὸ πρὸς τὸν λιον ἐφʼ οὗ Α, τὸ λάμπειν ἀπὸ τοῦ ἡλίου B, σελήνη τὸ Γ. ὑπάρχει δὴ τῇ μὲν σελήνη τῷ Γ τὸ Β, τὸ λάμπειν ἀπὸ τοῦ ἡλίου· τῷ δὲ Β τὸ Α, τὸ πρὸς τοῦτʼεἶναι τὸ λαμπρόν, ἀφʼ οὗ λάμπει· ὥστε καὶ τῷ Γ τὸ [89b20] διὰ τοῦ Β.