Pular para o conteúdo

Ἀναλυτικὰ πρότερα

Aristóteles · Capítulo 2

Capítulo 2

Ἃ μὲν οὖν ζητοῦμεν καὶ ἃ εὑρόντες σμεν, ταῦτα καὶ τοσαῦτά ἐστιν. ζητοῦμεν δέ, ὅταν μὲν ητῶμεν τὸ ὅτι ἢ τὸ) εἰ ἔστιν ἀπλῶς, ἇρʼ ἔστι μέσον αὐτοῦ ἢ οὐκ ἔστιν· ὅταν δὲ γνόντες ἢ τὸ ὅτι ἢ εἰ ἔστιν, ἢ τὸ ἐπὶ μέρους ἢ τὸ ἀπλῶς, πάλιν τὸ διὰ τί ζητῶμεν ἢ τὸ τί ἐστι, τότε ζητοῦμεν τί τὸ μέσον. [90a] λέγω δὲ τὸ ὅτι ἔστιν ἐπὶ μέρους καὶ ἀπλῶς, ἐπὶ μέρους μέν, ἆρʼ ἐκλείπει ἡ σελήνη ἢ αὔξεται; εἰ γάρ ἐστι τὶ ἢ μὴ ἔστι τί, ἐν τοῖς τοιούτοις ζητοῦμεν· ἁπλῶς δʼ, εἰ ἔστιν ἢ μὴ σελήνη ἢ νύξ. συμβαίνει ἄθρα ἐν ἁπάσαις ταῖς ζητήσεσι [90a5] ζητεῖν ἢ εἰ ἔστι μέσον ἢ τί ἐστι τὸ μέσον. τὸ μὲν γὰρ αἴτιον τὸ μέσον, ἐν ἅπασι δὲ τοῦτο τητεῖται. ἆρʼ ἐκλείπει; ἆρʼ ἔστι τι αἴτιον ἢ οὔ; μετὰ ταῦτα γνόντες ὅτι ἔστι τι, τί οὖν τοῦτʼ ἔστι ητοῦμεν. τὸ γὰρ αἴτιον τοῦ εἶναι μὴ τοδὶ ἢ τοδὶ ἀλλʼ ἁπλῶς τὴν οὐσίαν, ἢ τοῦ μὴ ἁπλῶς λά τι τῶν καθʼ αὐτὸ ἢ κατὰ συμβεβηκός, τὸ μέσον ἐστίν. λέγω δὲ τὸ μὲν ἀπλῶς τὸ ὑποκείμενον, οἷον σελήνην ἢ γῆν ἢ ἥλιον ἢ τρίγωνον, τὸ δὲ τὶ ἔκλειφιν, ἰσότητα ἀνισότητα, εἰ ἐν μέσῳ ἢ μή. ἐν ἅπασι γὰρ τούτοις φανερόν ἐστιν ὅτι τὸ αὐτό ἐστι τὸ τί ἐστι καὶ διὰ τί ἔστιν. τί ἐστιν ἕκλειφις; [90a15] στέρησις φωτὸς ἀπὸ σελήνης ὑπὸ γῆς ἀντιφράξεως. διὰ τί ἔστιν ἕκλειψις, ἢ διὰ τί ἐκλείπει ἡ σελήντη; διὰ τὸ ἀπολείπειν τὸ φῶς ἀντιφραττούσης τῆς γῆς. τί ἐστι συμφωνία; λόγος ἀριθμῶν ἐν ὀξεῖ καὶ βαρεῖ. διὰ τί συμφωνεῖ τὸ ὀξύ τῷ βαρεῖ; διὰ τὸ λόγον ἔχειν ἀριθμῶν τὸ ὀξύ [90a20] καὶ τὸ βαρύ. ἆρʼ ἔστι συμφωνεῖν τὸ ὀξύ καὶ τὸ βαρύ; ἆρʼ ἐστὶν ἐν ἀριθμοῖς ὁ λόγος αὐτῶν; λαβόντες δʼ ὅτι ἔστι, τίς οὖν ἐστιν ὁ λόγος;

Ὅτι δʼ ἐστὶ τοῦ μέσου ἡ ζήτησις, δηλοῖ ὅσων τὸ μέσον αἰσθητόν. ητοῦμεν γὰρ μὴ ᾐσθημένοι, οἷον τῆς ἐκλείφεως, [90a25] εἰ ἔστιν ἢ μή. εἰ δʼ ἦμεν ἐπὶ τῆς σελήνης, οὐκ ἄν ἐζητοῦμεν οὔτʼ εἰ γίνεται οὔτε διὰ τί, ἀλλʼ ἅμα δῆλον ἂν ἦν. ἐκ γὰρ τοῦ αἴσθεσθαι καὶ τὸ καθόλου ἐγένετο ἄν ἡμῖν εἰδέναι. ἡ μὲν γὰρ αἴσθησις ὅτι νῦν ἀντιφράττει (καὶ γὰρ δῆλον ὅτι νῦν ἐκλείπει)· ἐκ δὲ τούτου τὸ καθόλου ἂν ἐγένετο.

[90a30] Ὥσπερ οὖν λέγομεν, τὸ τί ἐστιν εἰδέναι ταὐτό ἐστι καὶδιὰ τί ἔστιν, τοῦτο δʼ ἢ ἁπλῶς καὶ μὴ τῶν ὑπαρχόντων τι, ἢ τῶν ὑπαρχόντων, οἷον ὅτι δύο ὀρθαί, ἢ ὅτι μεῖζον ἢ ἔλαττον.