Capítulo 17
[99a] Πότερον δʼ ἐνδέχεται μὴ τὸ αὐτὸ αἴτιον εἶναι τοῦ αὐτοῦ πᾶσιν ἀλλʼ ἕτερον, ἢ οὔ; ἢ εἰ μὲν καθʼ αὐτὸ ἀποδέδεικταιI καὶ μὴ κατὰ σημεῖον ἢ συμβεβηκός, οὐχ οἶόν τε· ὁ γὰρ λόγος τοῦ ἄκρου τὸ μέσον ἐστίν· εἰ δὲ μὴ οὕτως, ἐνδέχεται. ἔστι [99a5] δὲ καὶ οὗ αἴτιον καὶ σκοπεῖν κατὰ συμβεβηκός· οὐ μὴν δοκεῖ προβλήματα εἶναι. εἰ δὲ μή, ὁμοίως ἕξει τὸ μέσον· εἰ μὲν ὁμώνυμα, ὁμώνυμον τὸ μέσον, εἰ δʼ ὡς ἐν γένει, ὁμοίως ἔξει. οον διὰ τί καὶ ἐναλλὰξ ἀνάλογον; ἄλλο γὰρ σἴτιον ἐν γραμμαῖς καὶ ἀριθμοῖς καὶ τὸ αὐτό γε, ἧ μὲν [99a10] γῳραμμή, ἄλλο, ᾖ δʼ ἔχον αὐξησιν τοιονδί, τὸ αὐτό. οὕτως ἐπὶ πάντων. τοῦ δʼ ὅμοιον εἶναι χρῶμα ρώματι καὶ σχῆμα σχήματι ἄλλο ἄλλῳ. ὁμώνυμον γὰρ τὸ ὅμοιον ἐπὶ τούτων· ἔνθα μὲν γὰρ ἴσως τὸ ἀνάλογον ἔχειν τὰς πλευρὰς καὶ ἴσας τὰς γωνίας, ἐπὶ δὲ χρωμάτων τὸ τὴν αἴσθησιν [99a15] μίαν εἶναι τι ἄλλο τοιοῦτον. τὰ δὲ κατʼ ἀναλογίαν τὰ αὐτὰ καὶ τὸ μέσον ἔξει κατʼ ἀναλογίαν.
Ἔχει δʼ οὕτω τὸ παρακολουθεῖν τὸ αἴτιον ἀλλήλοις καὶ οὗ αἴτιον καὶ ὧ αἴτιον· καθʼ ἕκαστον μὲν λαμβάνοντι τὸ οὗ σιτίον ἐπὶ πλέην, οἶον τὸ τέτταρσιν ἴσας τὰς ἔξω ἐπὶ πλέον ἢ τρίγωνον ἢ τετράγωνον, [99a20] ἅπασι δὲ ἐηʼ ἴσον (ὅσα γὰρ τέτταρσιν ὀρθαῖς ἴσας τὰς ἔξω)· καὶ τὸ μέσον ὁμοίως. ἔστι δὲ τὸ μέσον λόγος τοῦ τπρώτοο ἄκρου, διὸ πᾶσαι αἱ ἐπιστῆμαι διʼ ὁρισμοῦ γίγνονται. οἶον τὸ φυλλορροεῖν ἅμα ἀκολουθεῖ τῇ ἀμπέλῳ καὶ ὑτπερέχει, καὶ συκῇ, καὶ ὑπερέχει· ἀλλʼ οὐ πάντων, ἄλλʼ ἴσον. εἰ δέὴ λάβοις τὸ πρῶτον μέσον, λόγος τοῦ φυλλορροεῖν [99a25] ἐστιν. ἔσται γὰρ πρῶτον μὲν ἐπὶ θάτερα μέσον, ὅτι τοιαδὶ ἅπόντα· εἶτα τούτοο μέσον, ὅτι ὀπὸς πήγνυται ᾖ τι ἄλλο τοιοῦτον. τί δʼ ἐστὶ τὸ φυλλορροεῖν; τὸ πήγνυσθαι τὸν ἐν τῇ συναφεῖ τοῦ στπέρματος ὀπόν.
Επὶ δὲ τῶν σχημάτων ὧδε ἀποδώσει ητποῦσι τὴν παρακολούθησιν [99a30] τοῦ αἰτίου καὶ οὗ αἴτιον. ἔστω τὸ Α τῷ Β ὑπάρχειν παντί, τὸ δὲ Β ἑκάστῳ τῶν Δ, ἐπὶ πλέον δέ. τὸ μὲν δἡ Β καθόλου ἂν εἴη τοῖς Δ τοῦτο γὰρ λέγω καθόλου ὧ μὴ ἀντιστρέφει, τπρῶτον δὲ καθόλου ᾦ ἕκαστον μὲν μὴ ἀντιστρέφει, ἄτπαντα δὲ ἀντιστρέφει καὶ παρεκτείνει. τοῖς δὴ [99a35] Δ αἴτιον τοῦ ἀ τὸ Β. δεῖ ἄρα τὸ ἐπὶ πλέον τοῦ Β ἐπεκτείνειν· εἰ δὲ μή, τί μᾶλλον αἴτιον ἔσται τοῦτο ἐκείνου; εἰ δὴ πᾶσιν ὑπάρχει τοῖς ʼ τὸ Α, ἔσται τι ἐκεῖνα ἓν ἀπόντα ἄλλο τοῦ Β. εἰ γὰρ μή, πῶς ἔσται εἰπεῖν ὅτι ᾦ τὸ E, τὸ Α παντί, δὲ τὸ, οὐ παντὶ τὸ Ε; διὰ τί γὰρ οὐκ ἔσται [99b] τι αἴτιον οον τὸ Α] ὑπάρχει πᾶσι τοῖς Α; ἀλλʼ ἆρα καὶ τὰ ἔσται τι ἕν; ἐπισκέψασθαι δεῖ τοῦτο, καὶ ἔστω τὸ ' ἐνδέχεται δὴ τοῦ αὐτοῦ πλείω αἴτια εἶναι, ἀλλʼ οὐ τοῖς αὐτοῖς τῷ εδει, οἶον τοῦ μακρόβια εἶναι τὰ μὲν τετράτποδα [99b5] τὸ μὴ ἔχειν χολήν, τὰ δὲ πτηνὰ τὸ ξηρὰ εἶναι ἢ ἕτερόν τι.
Εἰ δὲ εἰς τὸ ἄτομον μὴ εὐθὺς ἔρχονται, καὶ μὴ μόνον