Pular para o conteúdo

Ἀναλυτικὰ πρότερα

Aristóteles · Capítulo 10

Capítulo 10

Ὁρισμὸς δʼ ἐπειδὴ λέγεται εἶναι λόγος τοῦ τί ἐστι, φανερὸν [93b30] ὅτι ὁ μέν τις ἔσται λόγος τοῦ τί σημαίνει τὸ ὅνομμα ἢ λόγος ἕτερος ὀνοματώδης, οἶον τί σηᾳᾳμαίνει [τί ἐστι] τρίγωνον. ὅπερ ἔχοντες ὅτι ἔστι, ζητοῦμεν διὰ τί ἔστιν· χαλεπὸν δʼ οὅτως ἐστὶ λαβεῖν ἃ μὴ σμεν ὅτι ἔστιν. ἡ δʼ αἰτα εἴρηται πρότερον τῆς χαλεπότητος, ὅτι οὐδʼ εἰ ἔστιν ἢ μὴ [93b35] ἴσμεν, ἀλλʼ ἢ κατὰ συμβεβηκός. (λόγος δʼ ἐἶς ἐστὶ διχῶς. ὁ μὲν συνδέσμῳ, ὥσπερ ἡ Ἰλιάς, ὁ δὲ τῷ ἕν καθʼ ἑνὸς δηλοῦν μὴ κατὰ συμβεβηκός.)

Ἐἷς μὲν δὴ ὅρος ἐστὶν ὅρου ὁ εἰρημένος, ἄλλος δʼ ἐστὶν ὅρος λόγος ὁ δηῳλῶν διὰ τί ἔστιν. ὥστε ὁ μὲν πρότερος σημαίνει [94a] μέν, δείκνυσι δʼ οὔ, ὁ δʼ ὕστερος φανερόν ὅτι ἔσται οἷον ἄποδειξις τοῦ τί ἐστι, τῇ θέσει διαφέρων τῆς ἀποδείξεως. διαφέρει γὰρ εὐπεῖν διὰ τί βροντ καὶ τί ἐστι βροντή· ἐρεῖ γὰρ οὕτω μὲν διότι ἀποσβέννυται τὸ πῦρ ἐν τοῖς νέφεσιʼʼ [94a5] τί δʼ ἐστὶ βροντή; φόρος ἀποσβεννυμένου πυρός ἐν νέφεσιν. ὥστε ὁ αὐτὸς λόγος ἄλλον τρόπον λέγεται, καὶ δὶ μὲν ἀπόδειξις συνεχής, ὡδὶ δὲ ὁρισμός. (ἔτι ἐστὶν ὅρος βροντῆς ψόφος ἐν νέφεσι· τοῦτο δʼ ἐστὶ τῆς τοῦ τί ἐστιν ἀποδείξεως συμτπέρασμα.) ὁ δὲ τῶν ἀμέσων ὁρισμὸς θέσις ἐστὶ τοῦ τί ἐστιν [94a10] ἀναπόδεικτος.

Ἔστιν ἄρα ὁρισμός εἷς μὲν λόγος τοῦ τί ἐστιν ἀναπόδεικτος, εἶς δὲ συλλογισμός τοῦ τί ἐστι, πτώσει διαφέρων τῆς ἀποδείξεως, τρίτος δὲ τῆς τοῦ τί ἐστιν ἀποδείξεως συμτπέρασμα. φανερὸν οὖν ἐκ τῶν εἰρημέναων καὶ πῶς ἔστι τοῦ τί [94a15] ἐστιν ἀπόδειξις καὶ πῶς οὐκ ἔστι, καὶ τίνων ἔστι καὶ τίνων οὐκ ἔστιν, ἔτι δʼ ὁρισμὸς ποσαχῶς τε λέγεται καὶ πῶς τὸ τί ἐστι δείκνυσι καὶ πῶς οὔ, καὶ τίνων ἔστι καὶ τίνων οὔ, ἔτι δὲ τπρὸς ἀπόδειξιν πῶς ἔχει, καὶ πῶς ἐνδέχεται τοῦ αὐτοῦ εἶναι καὶ πῶς οὐκ ἐνδέχεται.