Livro 2
Capítulo 1. ΑΝΑΛΥΤΙΚΩΝ ΥΣΤΕΡΩΝ Α
[71a] Πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπαρχούσης γίνεται γνώσεως. φανερόν δὲ τοῦτο θεωροῦσιν ἐπὶ πασῶν· αἵ τε γὰρ μαθηματικαὶ τῶν ἐπιστημῶν διὰ τούτου τοῦ τρόπου παραγίνονται καὶ τῶν ἄλλων ἑκάστη τεχνῶν. [71a5] ὁμοίως δὲ καὶ περὶ τοὺς λόγους οἵ τε διὰ συλλογισμῶν καὶ οἱ διʼ ἐπαγωγῆς· ἀμφότεροι γὰρ διὰ προγινωσκομένων ποιοῦνται τὴν διδασκαλίαν, οἱ μὲν λαμβάνοντες ὡς παρὰ ξυνιέντων, οἱ δὲ δεικνύντες τὸ καθόλου διὰ τοῦ δῆλον εἶναι τὸ καθʼ ἕκαστον. ὡς δʼ αὔτως καὶ οἱ ῥητορικοὶ συμπείθουσιν· ἢ γὰρ [71a10] διὰ παραδειγμάτων, ὅ ἐστιν ἐπαγωγή, ἢ διʼ ἐνθυμημάτων, ὅπερ ἐστὶ συλλογισμός. διχῶς δʼ ἀναγκαῖον προγινώσκειν· τὰ μὲν γάρ, ὅτι ἔστι, προϋπολαμβάνειν ἀναγκαῖον, τὰ δέ, τί τὸ λεγόμενόν ἐστι, ξυνιέναι δεῖ, τὰ δʼ ἄμφω, οἷον ὅτι μὲν ἅπαν ἢ φῆσαι ἢ ἀποφῆσαι ἀληθές, ὅτι ἔστι, τὸ δὲ τρίγωνον, [71a15] ὅτι τοδὶ σημαίνει, τὴν δὲ μονάδα ἄμφω, καὶ τί σημαίνει καὶ ὅτι ἔστιν· οὐ γὰρ ὁμοίως τούτων ἕκαστον δῆλον ἡμῖν.
Ἔστι δὲ γνωρίζειν τὰ μὲν πρότερον γνωρίσαντα, τῶν δὲ καὶ ἅμα λαμβάνοντα τὴν γνῶσιν, οἷον ὅσα τυγχάνει ὄντα ὑπὸ τὸ καθόλου οὗ ἔχει τὴν γνῶσιν. ὅτι μὲν γὰρ πᾶν τρίγωνον [71a20] ἔχει δυσὶν ὀρθαῖς ἴσας, προῄδει· ὅτι δὲ τόδε τὸ ἐν τῷ ἡμικυκλίῳ τρίγωνόν ἐστιν, ἅμα ἐπαγόμενος ἐγνώρισεν. (ἐνίων γὰρ τοῦτον τόν τρόπον ἡ μάθησίς ἐστι, καὶ οὐ διὰ τοῦ μέσου τὸ ἔσχατον γνωρίζεται, ὅσα ἤδη τῶν καθʼ ἕκαστα τυγχάνει ὄντα καὶ μὴ καθʼ ὑποκειμένου τινός.) πρίν δʼ ἐπαχθῆναι [71a25] ἢ λαβεῖν συλλογισμόν τρόπον μέν τινα ἴσως φατέον ἐπίστασθαι, τρόπον δʼ ἄλλον οὔ. ὅ γὰρ μὴ ἤδει εἰ ἔστιν ἀπλῶς, τοῦτο πῶς ἤδει ὅτι δύο ὀρθὰς ἔχει ἀπλῶς; ἀλλὰ δῆλον ὡς ὡδὶ μὲν ἐπίσταται, ὅτι καθόλου ἐπίσταται, ἁπλῶς δʼ οὐκ ἐπίσταται. εἰ δὲ μή, τὸ ἐν τῷ Μένωνι ἀπόρημα συμβήσεται· [71a30] ἢ γὰρ οὐδὲν μαθήσεται ἢ ἃ οἶδεν. οὐ γὰρ δή, ὥς γέ τινες ἐγχειροῦσι λύειν, λεκτέον. ἆρʼ οἶδας ἅπασαν δυάδα ὅτι ἀρτία ἢ οὔ; φήσαντος δὲ προήνεγκάν τινα δυάδα ἢν οὐκ ᾤετ’ εἶναι, ὥστ’ οὐδʼ ἀρτίαν. λύουσι γὰρ οὐ φάσκοντες εἰδέναι πᾶσαν δυάδα ἀρτίαν οὖσαν, ἀλλʼ ἥν ἴσασιν ὅτι δυάς. καίτοι ἴσασι μὲν οὔπερ τὴν ἀπόδειξιν ἔχουσι καὶ οὗ ἔλαβον, ἔλαβον [71b] δʼ οὐχὶ παντὸς οὗ ἄν εἰδῶσιν ὅτι τρίγωνον ἢ ὅτι ἀριθμός, ἀλλʼ ἀπλῶς κατὰ παντὸς ἀριθμοῦ καὶ τριγώνου· οὐδεμία γὰρ πρότασις λαμβάνεται τοιαύτη, ὅτι ὅν σὺ οἶδας ἀριθμὸν ἢ ὅ σὺ οἶδας εὐθύγραμμον, ἀλλὰ κατὰ παντός. ἀλλʼ [71b5] οὐδέν (οἶμαι) κωλύει, ὅ μανθάνει, ἔστιν ὡς ἐπίστασθαι, ἔστι δʼ ὡς ἀγνοεῖν· ἄτοπον γὰρ οὐκ εἰ οἶδέ πως ὅ μανθάνει, ἀλλʼ εἰ ὡδί, οἷον ᾗ μανθάνει καὶ ὥς.