Pular para o conteúdo

Μηχανικά

Aristóteles · Capítulo 6

Capítulo 6

[6.1] Διὰ τί, ὅσῳ ἂν ἡ κεραία ἀνωτέρα ᾖ, θᾶττον πλεῖ τὰπλοῖα τῷ αὐτῷ ἱστίῳ καὶ τῷ αὐτῷ πνεύματι; Ἣ διότι γίνεται ὁ μὲν στὸς μοχλός, ὑπομόχλιον δὲ τὸ ἑδώλιον ἐν ᾧ [851b] ἐμπέπηγεν, ὃ δὲδεῖ κινεῖν βάρος, τὸ πλοῖον, τὸ δὲ κινοῦν τὸ ἐν τῷ ἱστίῳ πνεῦμα. Εἰ δ’ ὅσῳ αν πορρώτερον ᾗ τὸ ὑπομόχλιον, ῥᾷον κινεῖ καὶ θᾶττον ἡ αὐτὴ δύναμις τὸ αὐτὸ βάρος, ἡ οὖν κεραία ἀνώτερον ἀγομένη καὶ τὸ ἱστίον πορρώτερον ποιεῖ τοῦ ἑδωλίου ὑπομοχλίου ὄντος.