Pular para o conteúdo

Μηχανικά

Aristóteles · Capítulo 14

Capítulo 14

[14.1] Διὰ τί τὸ αὐτὸ μέγεθος ξύλον ῥᾷον κατεάσσεται περὶ τὸ γόνυ, ἐὰν ἴσὸνἀποστήσας τῶν ἄκρων ἐχόμενος καταγνύῃ, ἢπαρὰ τὸ γόνυ ἐγγὺς ὄντος· καὶ ἐὰν πρὸς τὴν γῆν ἐρείσας καὶ τῷ ποδὶ προσβὰς πόρρωθεν τῇ χειρὶ καταγνύῃ, ἢ ἐγγύθεν; Ἥ διότι ἔνθαμὲν τὸ γόνυ κέντρον, ἔνθα δὲ ὁ πούς. Ὄσῳ δ’ ἂν πορρώτερον ᾖ τοῦ κέντρου, ῥᾷον κινεῖται ἅπαν. Κινηθῆναι δὲ ἀνάγκη καταγνύμενον.