Capítulo 9
περὶ μὲν οὖν εὐτυχίας τοσαῦτα· ἐπειδὴ δὲ ὑπὲρ ἑκάστης τῶν ἀρετῶν κατὰ μέρος εἰρήκαμεν, λοιπὸν ἂν εἴη [1207b20] καθόλου συνθέσας τὰ καθʼ ἕκαστα κεφαλαιωσαμένους εἰπεῖν.
ἔστι μὲν οὖν οὐ κακῶς λεγόμενον τρὔνομα ἐπὶ τοῦ τελέως σπουδαίου, ἡ καλοκἀγαθία. καλὸς κἀγαθὸς γάρ, φασίν, ὅταν τελέως σπουδαῖος ᾖ. ἐπὶ γὰρ τῆς ἀρετῆς τὸν [142] [143] [1207b25] καλὸν κἀγαθὸν λέγουσιν, οἷον τὸν δίκαιον καλὸν κἀγαθὸν φασί, τὸν ἀνδρεῖον, τὸν σώφρονα, ὅλως ἐπὶ τῶν ἀρετῶν.
ἐπειδὴ οὖν εἰς δύο διαιροῦμεν, καὶ τὰ μέν φαμεν εἶναι καλὰ τὰ δὲ [καὶ] ἀγαθά, καὶ τῶν ἀγαθῶν τὰ μὲν ἁπλῶς ἀγαθὰ τὰ δὲ οὔ, καὶ καλὰ μὲν οἷον τὰς ἀρετὰς καὶ [1207b30] τὰς ἀπʼ ἀρετῆς πράξεις, ἀγαθὰ δὲ [οἷον] ἀρχὴν πλοῦτον δόξαν τιμὴν τὰ τοιαῦτα· ἔστιν οὖν ὁ καλὸς κἀγαθὸς τὰ ἀπλῶς ἀγαθά ἐστιν ἀγαθὰ καὶ τὰ ἀπλῶς καλὰ καλὰ ἐστίν.
ὁ τοιοῦτος γὰρ καλὸς καὶ ἀγαθός. δὲ τὸ ἀπλῶς ἀγαθὰ μή ἐστιν ἀγαθά, οὐκ ἔστι καλὸς καὶ ἀγαθός, [1207b35] ὥσπερ οὐδὲ ὑγιαίνειν ἂν δόξειεν τὰ ἀπλῶς ὑγιεινὰ μὴ ὑγιεινὰ ἐστίν. εἰ γὰρ ὁ πλοῦτος καὶ ἡ ἀρχὴ παραγινόμενά τινα βλάπτοιεν, οὐκ ἂν αἱρετὰ εἴη, ἀλλὰ τὰ τοιαῦτα ὅσα αὐτὸν μὴ βλάψει, βουλήσεται αὐτῷ εἶναι.
ὁ δὲ τοιοῦτος ὢν [1208a] οἷος ὑποστελλόμενός τι τῶν ἀγαθῶν πρὸς τὸ μὴ εἶναι αὐτῷ, οὐκ ἂν δόξειεν καλὸς κἀγαθὸς εἶναι· ἀλλʼ ᾧ τἀγαθὰ πάντα ὄντα ἀγαθά ἐστιν καὶ ὑπὸ τούτων μὴ διαφθείρεται, οἷον ὑπὸ πλούτου καὶ ἀρχῆς, ὁ τοιοῦτος καλὸς κἀγαθός.