Capítulo 4
[1200a35] ταῦτα μὲν μέχρι τούτου· μετὰ δὲ ταῦτα ἀναγκαῖόν ἐστιν ἑτέραν ἀρχὴν ποιησαμένοις λέγειν ὑπὲρ ἐγκρατείας καὶ ἀκρασίας. ὥσπερ δὲ [καὶ] ἡ ἀρετὴ καὶ ἡ κακία αὗταί εἰσιν ἄτοποι, ὡσαύτως ἀναγκαῖον καὶ τοὺς περὶ τούτων λόγους λεχθησομένους ἀτόπους γίνεσθαι·
οὐ γὰρ [98] [99] ὁμοία ἡ ἀρετὴ αὕτη ἐστὶν ταῖς ἄλλαις. ἐν μὲν γὰρ [1200b] ταῖς ἄλλαις ἐπὶ ταὐτὰ καὶ ὁ λόγος καὶ τὰ πάθη ὁρμῶσιν καὶ οὐκ ἐναντιοῦνται ἀλλήλοις, ἐπὶ δὲ ταύτης ἐναντιοῦνται ἀλλήλοις ὅ τε λόγος καὶ τὰ πάθη.
— ἔστι δὲ τρία τὰ ἐν τῇ ψυχ γινόμενα, καθʼ ἃ φαῦλοι λεγόμεθα, [1200b5] κακία ἀκρασία θηριότης. ὑπὲρ μὲν οὖν κακίας καὶ ἀρετῆς τί ἐστι καὶ ἐν τίσιν, εἴρηται ἡμῖν ἐν τοῖς ἐπάνω· νῦν δὲ ὑπὲρ ἀκρασίας καὶ θηριότητος λεκτέον ἂν εἴη.