Pular para o conteúdo

Ἠθικὰ μεγάλα

Aristóteles · Capítulo 6

Capítulo 6

ἔτε σὐ μόνον τοῖς τοιούτοις τὴν ἀρετήν ἀφορίσειεν ὤν τις, ἀλλὰ καὶ λύπῃ καὶ ἡδονῇ διὰ μὲν γὰρ τὴν ἡδονὴν [1185b35] τὰ φαῦλα πράττομεν, διὰ δὲ τὴν λύπην τῶν καλῶν ἀπεχόμεθα· ὅλως τε οὐκ ἔστιν λαβεῖν ἀρετὴν καὶ κακίαν ἄνευ λύπης καὶ ἡδονῆς.

ἔστιν οὖν ἡ ἀρετὴ περῖ ἡδονὰς καὶ λύπας.

ἡ δ᾿ ἠθικὴ ἀρετὴ ἐντεῦθεν τὰς ἐπωνυμίας ἔχει, εἰ δεῖ παρὰ γράμμα λέγοντα τὴν??λήθει?? ὡς ἔχει. [1186a] σκεπεῖν (δεῖ δ᾿ ἴσως). τὸ γὰρ ἦθος ἀπὸ τοῦ ἔθους ἔχει τῆν ἐπωνυμίαν·

ἠθικὴ γὰρ καλεῖται διὰ τὸ ἐθίζεσθαι. ᾧ καὶ δῇλον ὅτι οὐδεμία ἡμῖν τῶν ἀρετῶν τῶν τοῦ ἀλόγον μέρους φύσει ἐγγίνεται· οὐθὲν γὰρ τῶν ὄντων φύσει ἔθει ἄλλως [1186a5] γίνεται. οἷον ὁ λίθος καὶ ὅλως τὰ βαρέα πέφυκε κάτω [25] [26] φέρεσθαι· ἄν τις οὖν· ἄνω ῥίπτῃ πολλάκις καὶ ἐθίζῃ ἄνω φέρεσθαι, ὅμως οὐκ ἄν ποτε ἄνω ἐνεχθείη, ἀλλ᾿ ἀεὶ κάτω. ὁμ??ίως [καὶ] ἐπὶ τῶν ἄλλων τῶν τοιούτων.