Capítulo 31
[1193a20] φιλία δʼ ἐστὶν μεσότης κολακείας καὶ ἔχθρας, ἔστιν δὲ περὶ πράξεις καὶ λόγους· ὁ μὲν γὰρ κόλαξ ἐστὶν ὁ πλείω τῶν προσηκόντων καὶ ὄντων προστιθείς, ὁ δὲ ἀπεχθητικὸς ἐχθρὸς καὶ τῶν ὑπαρχόντων περιαιρῶν. οὐδέτερος οὖν ὀρθῶς ἐπαινετὸς ἐστίν, ὁ δὲ φίλος ἀνὰ μέσον τούτων·
οὔτε γὰρ [1193a25] πλείω τῶν ὑπαρχόντων προσθήσει, οὔτʼ ἐπαινέσει τὰ μὴ προσήκοντα, οὔτʼ αὖ πάλιν ἐλάττω ποιήσει, οὔτε πάντως ἐναντιώσεται παρὰ τὸ δοκοῦν αὑτῷ.
[62][63]