Capítulo 29
αἰδὼς δʼ ἐστὶ μεσότης ἀναισχυντίας καὶ καταπλήξεως, [1193a] ἔστιν δὲ περὶ πράξεις καὶ λόγους. ὁ μὲν γὰρ ἀναίσχυντός ἐστιν ὁ ἐν παντὶ καὶ πρὸς πάντας λέγων καὶ πράττων ἃ [60] [61] ἔτυχεν, ὁ δὲ καταπεπληγμένος ὁ ἐναντίος τούτῳ, ὁ πάντα [1193a5] καὶ [πρὸς] πάντας εὐλαβούμενος καὶ πρᾶξαι καὶ εἰπεῖν (ἄπρακτος γὰρ ὁ τοιοῦτος, ὁ πάντα καταπληττόμενος)·
ἡ δὲ αἰδὼς καὶ ὁ αἰδήμων μεσότης τις τούτων. οὔτε γὰρ ἅπαντα καὶ πάντως, ὡς ὁ ἀναίσχυντος, καὶ ἐρεῖ καὶ πράξει, οὔτε ὡς ὁ καταπλήξ, ἐν παντὶ καὶ πάντως εὐλαβηθήσεται, [1193a10] ἀλλὰ πράξει καὶ ἐρεῖ ἐν οἷς δεῖ καὶ ἃ δεῖ καὶ ὅτε δεῖ.