Capítulo 18
— ἔτι δʼ ἐστὶν ἡ διάνοια οὐχ ὥσπτερ αἴσθησις, οἷον τῇ ὄψει οὐκ ἂν δύναιτʼ οὐθὲν ἂν ἄλλο ποιῆσαι ἢ ἰδεῖν, οὐδὲ τῇ ἀκοῇ οὐθὲν ἄλλο ἢ ἀκοῦσαι. ὁμοίως δὲ οὐδὲ [1189b35] βουλευόμεθα πότερον δεῖ ἀκοῦσαι τῇ ἀκοῇ ἢ ἰδεῖν. ἡ δὲ διάνοια οὐ τοιοῦτον, ἀλλὰ καὶ τοῦτο δύναται πράττειν καὶ [1190a] ἄλλα.
διὰ τοῦτο βουλεύεσθαι ἐνταῦθα ἤδη ὑπάρχει. ἔστιν οὖν ἡ ἁμαρτία ἐν τῇ αἱρέσει τῶν ἀγαθῶν οὐ περὶ τὰ τέλη (ταῦτα μὲν γὰρ ἅπαντες ὁμογνωμονοῦσιν, οἷον τὴν ὑγίεικν ὅτι ἀγαθόν), ἀλλʼ ἤδη τὰ κατὰ τὸ τέλος, οἷον πότερον [1190a5] ἀγαθὸν πρὸς ὑγίειαν φαγεῖν τοῦτο ἢ οὔ. μάλιστα οὖν ποιεῖ ἐν τούτοις τὸ σφάλλεσθαι ἡδονὴ καὶ λύπη· τὴν μὲν γὰρ φεύγομεν, τὴν δὲ αἱρούμεθα.
τίνος ἐστὶν ἡ ἀρετὴ στοχαστική, πότερον τοῦ τέλους ἢ τῶν πρὸς τὸ [1190a10] τέλος, οἷον πότερον τοῦ καλοῦ ἢ τῶν πρὸς τὸ καλόν.
πῶς οὖν ἡ ἐπιστήμη; πότερον τῆς οἰκοδομικῆς ἐστιν ἐπιστήμης τὸ τέλος καλῶς προθέσθαι, ἢ τὰ πρὸς τὸ τέλος ἰδεῖν; ἂν γὰρ τοῦτο καλῶς [46] [47] προθῆται, οἷον καλὴν οἰκίαν ποιῆσαι, καὶ τὰ πρὸς τοῦτο οὐκ ἄλλος τις εὑρήσει καὶ ποριεῖ ἢ οἰκοδόμος. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀπασῶν ἐπιστημῶν.
ὡσαύτως ἄρα δόξειεν [1190a15] ἂν ἔχειν καὶ ἐπʼ ἀρετῆς, μᾶλλον εἶναι αὐτῆς τὸν σκοπὸν [πρὸς] τὸ τέλος, ὃ δεῖ ὀρθῶς προθέσθαι, τὰ πρὸς τὸ τέλος· καὶ ἐξ ὧν τοῦτʼ ἔσται οὐθεὶς ἄλλος ποριεῖ, καὶ εὑρήσει ἂ δεῖ πρὸς τοῦτο. καὶ εὔλογον δὲ τούτου εἶναι προθετικὴν τὴν ἀρετήν· ἐν οἷς γὰρ ἡ ἀρχὴ τοῦ βελτίστου ἐστίν, [1190a20] ἕκαστον καὶ προθετικὸν καὶ ποιητικόν. οὐθὲν οὖν βέλτιον τῆς ἀρετῆς ἐστίν· ταύτης γὰρ ἕνεκα καὶ τἆλλα ἐστίν, καὶ πρὸς ταύτην ἐστὶν ἡ ἀρχή, καὶ τούτου ἕνεκεν μᾶλλον τὰ πρὸς τοῦτʼ ἐστίν
τὸ δὲ τέλος ἀρχῇ τινι ἔοικεν, καὶ τούτου ἕνεκέν ἐσπτιν ἕκαστον. ἀλλὰ κατὰ τρόπον τοῦτο [1190a25] ἔστκι. ὥστε δῆλον ὡς κἀπὶ τῆς ἀρετῆς, ἐπειδὴ βελτίστη ἐστὶν αἰτία, ὅτι τοῦ τέλους ἐστὶ στοχαστικὴ μᾶλλον τῶν πρὸς τὸ τέλος.