Capítulo 13
— ἀλλὰ πάλιν ἄλλος λόγος ἐναντιοῦται, ὅς φησιν οὐχ ἑκούσιον εἶναι. ὁ γὰρ ἐγκρατὴς ἑκὼν πράττει τὰ κατὰ τὴν ἐγκράτειαν· ἐπαινεῖται γάρ, ἐπαινοῦνται δὲ ἐπὶ τοῖς ἑκουσίοις. εἰ δ᾿ ἐστὶν τὸ κατὰ τὴν ἐπιθυμίαν ἑκούσιον, τὸ παρὰ τὴν ἐπιθυμίαν ἀκούσιον· ὁ [1188a20] δ᾿ ἐγκρατὴς παρὰ τὴν ἐπιθυμίαν πράττει· ὥστε ὁ ἐγκρατὴς οὐχ ἑκὼν ἂν εἴη ἐγκρατής. ἀλλ᾿ οὐ δοκεῖ οὐδ᾿ ἄρα τὸ κατʼ ἐπιθυμίαν ἑκούσιον ἐστίν.
πάλιν ἐπὶ τῶν κατὰ τὸν θυμὸν ὁμοίως· οἱ γὰρ αὐτοὶ λόγοι οἵπερ καὶ κατὰ τῆς ἐπιθυμίας ἁρμόττουσιν, ὥστε τὴν ἀπορίαν [1188a25] ποιήσουσιν· ἔστι γὰρ ἀκρατῆ καὶ ἐγκρατῆ ὀργῆς εἶναι.
ἔτι λοιπή ἐστιν τῶν ὀρέξεων ὧν διειλόμεθα ἡ βούλησις, πρὸς τὸ ἐπισκέπτεσθαι εἴ ἐστιν ἑκούσιον. ἀλλὰ μὴν οἵ γε ἀκρατεῖς ἐφ᾿ ἃ ὁρμῶσιν, ταῦτα τέως βούλονται· πράττουσιν ἄρα οἱ ἀκρατεῖς τὰ φαῦλα βουλόμενοι. ἑκὼν δέ γε οὐθεὶς τὰ κακὰ εἰδὼς [1188a30] πράττει ὅτι κακὰ ἐστίν· ὁ δὲ ἀκρατής, εἰδὼς τὰ κακὰ ὅτι κακά, [39] πράττει βουλόμενος. οὐκ ἄρα ἑκών, οὐδ᾿ ἡ βούλησις ἑκούσιον ἄρα ἐστέν.
— ἀλλ᾿ οὗτος ὁ λόγος ἀναιρεῖ ἀκρασίαν καὶ τὸν ἀκρατῆ. εἰ γὰρ μὴ ἑκών, οὐκ ἔστιν ψεκτός· ἀλλ᾿ ἔστιν ὁ ἀκρατὴς [1188a35] ψεκτός· ἑκὼν ἄρα· ἡ ἄρα βούλησις ἑκούσιον.
ἐπεὶ οὖν λόγοι τινὲς ἐναντίοι φαίνονται, σαφέστερον λεκτέον ὑπὲρ τοῦ ἑκουσίου.