Pular para o texto

Ἀνέμων θέσεις καὶ προσηγορίαι

Aristóteles

rolo estático · Pedra Angular

Autor
Aristóteles
Editor
Immanuel Bekker
Edição de base
Aristotelis Opera, vol. 6, ed. Immanuel Bekker (Oxford: Oxford University Press, 1837)
Idioma
grc
Ano do original
séc. IV a.C.
Sistema de referência
bekker
URN
urn:cts:greekLit:tlg0086.tlg046.1st1K-grc1
Licença
CC-BY-SA-4.0
Fonte
https://github.com/OpenGreekAndLatin/First1KGreek/tree/master/data/tlg0086/tlg046
Identificador
aristoteles-de-ventorum-situ-grc-bekker-1837
Markdown
../livros/FILOSOFIA/Grego/Filosofia_Classica/Aristoteles/De_Ventorum_Situ/Aristoteles_De_Ventorum_Situ_grc_Bekker_1837.md
Endereço por URN
https://pedraangular.app.br/urn/?urn:cts:greekLit:tlg0086.tlg046.1st1K-grc1 (uma passagem: acrescente :216a, :1.1…)
Como citar
ARISTÓTELES. Ἀνέμων θέσεις καὶ προσηγορίαι. Edição de Immanuel Bekker. Pedra Angular (org. Διαφορεύς), versão 1.0.0. DOI: 10.5281/zenodo.23068915. URN: urn:cts:greekLit:tlg0086.tlg046.1st1K-grc1. Disponível em: https://pedraangular.app.br/rolo/aristoteles-de-ventorum-situ-grc-bekker-1837.html. Acesso em: [data do acesso].
BibTeX (Zotero, LaTeX)
@misc{pa-aristoteles-de-ventorum-situ-grc-bekker-1837,
  author = {Aristóteles},
  title = {Ἀνέμων θέσεις καὶ προσηγορίαι},
  note = {Edição de Immanuel Bekker; URN urn:cts:greekLit:tlg0086.tlg046.1st1K-grc1},
  howpublished = {Pedra Angular (org. Διαφορεύς), versão 1.0.0},
  doi = {10.5281/zenodo.23068915},
  url = {https://pedraangular.app.br/rolo/aristoteles-de-ventorum-situ-grc-bekker-1837.html},
  urldate = {}
}

Ἀνέμων θέσεις καὶ προσηγορίαι

[1] [973a] ΒΟΡΡΑΣ. Οὗτος ἐν μὲν Μαλλῷ Παγρεύς· πνεῖ γὰρ ἀπὸ κρημνῶν μεγάλων καὶ ὁρῶν διπλῶν παρʼ ἄλληλα κειμένων, ἃ καλεῖται Παγρικά. Ἐν δὲ Καύνῳ Μέσης. Ἐν δὲ Ῥόδῳ Καυνίας· πνεῖ γὰρ ἀπὸ Καύνου, ἐνοχλῶν τὸν λιμένα αὐτῶν τὸν ἀκανίαν. Ἐν δὲ Ὀλβίᾳ τῆ κατὰ Μύγαλον τῆς Παμφυλίας Γαυρεύς· πνεῖ γὰρ ἀπὸ νήσου ἣ καλεῖται Γαυρίς. Τινὲς δὲ αὐτὸν βορρᾶν οἴονται εἶναι, ἐν οἶς καὶ Λυρναντεῖς οἱ κατὰ Φασηλίδα. Καικίας. Οὗτος ἐν μὲν Λέσβῳ καλεῖται Θηβάνας· πνεῖ γὰρ ἀπὸ Θήβης πεδίου τοῦ ὑπὲρ τὸν Ἐλαιατικὸν κόλπον τῆς Μυσίας, ἐνοχλεῖ δὲ τὸν Μιτυληναίων λιμένα, μάλιστα δὲ τὸν Μαλόεντα· παρὰ δὲ αἰκαυνίαις, ὃν ἄλλοι βορρᾶν οἴονται εἶναι. Ἁπηλιώτης. Οὗτος ἐν μὲν Τριπόλει τῆς Φνονίκης Ποταμεὺς καλεῖται, πνεῖ δὲ ἐκ πεδίου ὁμοίου ἅλωνι μεγάλη, περιεχομένου ὑπό τε τοῦ Λιβάνου καὶ τοῦ Βἀπύρου ὅρους· παρὸ καὶ Ποταμεὺς καλεῖται. Ἐνοχλεῖ δὲ τὸ Ποσειδώνειον.

[4] Ἐν δὲ τῷ Ἰσσικῷ κόλπῳ καὶ περὶ Ῥωσσὸν Συριάνδος· πνεῖ δὲ ἀπὸ τῶν Συρίων πυλῶν, ἃς διέστηκεν ὅ τε Ταῦρος καὶ Ταυρόσια ὄρη. Ἐν δὲ τῷ Τριπολιτικῷ κόλπῳ Μαρσεύς, ἀπὸ Μάρσου κώμης. Ἐν δὲ Προκοννήσῳ καὶ ἐν Τέῳ καὶ ἐν Κρήτῃ καὶ Εὐβοίᾳ καὶ Κυρήνῃ Ἑλλησποντίας.

[5] Μάλιστα δὲ ἐνοχλεῖ τόν τε τῆς Εὐβοίας Καφηρέα καὶ τὸν Κυρηναῖον λιμένα, καλούμενον δὲ Ἀπολλωνίαν· πνεῖ δὲ ἀφʼ Ἑλλησπόντου. Ἐν δὲ Σινώπῃ Βερεκυντίας ἀπὸ τῶν κατὰ Φρυγίαν τόπων πνέων. Ἐν δὲ Σικελίᾳ Καταπορθμίας, πνέων [973b] ἀπὸ τοῦ πορθμοῦ. Τινὲς δὲ αὐτὸν Καικίαν οἴονται εἶναι, Θηβάναν προσαγορεύοντες.

[6] Εὖρος. Οὖτος ἐν μὲν Αἰγαῖς τας κατὰ Συρίαν Σκοπελεὺς καλεῖται ἀπὸ τοῦ Ῥωσίων σκοπέλου, ἐν δὲ Κυρήνη Καρβας ἀπὸ τῶν Καρβανῶν τῶν κατὰ Φοινίκην· διὸ καὶ τὸν αὐτὸν Φοινικίαν καλοῦσί τινες. Εἰσὶ δὲ οἳ καὶ Ἀπηλιώτην νομίζουσιν εἶναι.

[7] Ὀρθόνοτος. Τοῦτον οἱ μὲν Εὖρον, οἱ δὲ Ἀμνέα προσαγορεύουσιν. Νότος δὲ ὁμοίως παρὰ πᾶσι καλεῖται· τὸ δὲ ὄνομα διὰ τὸ νοσώδη εἶναι· ἔξω δὲ κάτομβρον, κατʼ ἀμφότερα δὲ νότον. Λευκόνοτος ὁμοίως· τὸ δὲ ὄνομα ἀπὸ τοῦ συμβαίνοντος· λευκαίνεται γὰρ....

[8] Δίψ, Καὶ οὗτος τὸ ὄνομα ἀπὸ Λιβύης, ὅθεν πνεῖ. Ζέφυρος. Καὶ οὗτος τόδε τὸ ὄνομα διὰ τὸ ἀφʼ ἑσπέρας πνεῖν. Ἡ δὲ ἑσπέρα... Ἰάπυξ. Οὗτος ἐν Τάραντι Σκυλητῖνος ἀπὸ χωρίου Σκυλαντίμου. Κατὰ δὲ οραλεοντο Φρυγίας. Ὑπὸ δέ τινων Φαραγγίτης· πνεῖ γὰρ ἔκ τινος φάραγγος τῶν κατὰ τὸ Πηγαῖον.

[9] Παρὰ πολλοῖς δὲ Ἀργέστης. Θρᾳκίας κατὰ μὲν Θρᾴκην Στρυμονίας (πνεῖ γὰρ ἀπὸ τοῦ Στρυμόνος ποταμοῦ), κατὰ δὲ τὴν Μεγαρικὴν Σκίρρων ἀπὸ τῶν Σκιρρωνίδων πετρῶν, ἐν δὲ Ἰταλίᾳ καὶ Σικελίᾳ Κίρκας διὰ τὸ πνεῖν ἀπὸ τοῦ Κιρκαίου.

[10] Ἐν δὲ Εὐβοίᾳ καὶ Λέσβῳ Ὀλυμπίας, τὸ δὲ ὄνομα ἀπὸ τοῦ Πιερικοῦ Ὀλύμπου· ὀχλεῖ δὲ Πυρραίους. Ὑπογέγραφα δέ σοι καὶ τὰς θέσεις αὐτῶν, ὡς κεῖνται καὶ πνέουσιν, ὑπογράψας τὸν τῆς γῆς κύκλον, ἵνα καὶ πρὸ ὀφθαλμῶν σοι τεθῶσιν.

Ὁ Διαφορεύς παρῆν — um arquivo: o texto, a fonte, o programa e a voz.