Pular para o conteúdo

Περὶ θαυμασίων ἀκουσμάτων

Aristóteles · Capítulo 60

Capítulo 60

[60.1] τοῦ ζεύγους δὲ τῶν ἀετῶν θάτερον τῶν ἐγγόνων [835a] ἁλιαίετος γίνεται παραλλάξ, ἕως ἂν σύζυγα γένηται. Ἐκ δὲ ἁλιαιέτων φήνη γίνεται, ἐκ δὲ τούτων περκνοὶ καὶ γῦπες· οὗτοι δ᾽ οὐκέτι διορίζουσι περὶ τοὺς γῦπας, ἀλλὰ γεννῶσι τοὺς μεγάλους γῦπας· οὗτοι δ᾽ εἰσὶν ἄγονοι. Σημεῖον δὲ τοῦτο, διότι νεοττιὰν οὐδεὶς ἑώρακε γυπὸς μεγάλου.